Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Οὐ πολλῷ δὲ ὕστερον, ἀνδριάντος ἀργυροῦ τῆς τοῦ βασιλέως γαμετῆς ἐπὶ πορφυροῦ κίονος ἀνατεθέντος, ὃς καὶ νῦν ἐστὶ πρὸς μεσημβρίαν τῆς ἐκκλησίας, πρὸ τοῦ οἴκου τῆς μεγάλης βουλῆς ἐφ̓ ὑψηλοῦ βήματος, κρότοι τε καὶ δημώδεις θέαι ὀρχηστῶν τε καὶ μίμων ἐνθάδε ἐπετελοῦντο, ὡς ἔθος ἦν τότε ἐπὶ τῇ ἀνακλήσει τῶν βασιλικῶν εἰκόνων.

Ἐφ̓ ὕβρει δὲ τῆς ἐκκλησίας τάδε γεγενῆσθαι, ἐν ὁμιλίᾳ πρὸς τὸν λαὸν

847
ὁ Ἰωάννης διέβαλεν. Ἡ δὲ βασιλὶς, ἔτι προσφάτου οὔσης τῆς μνήμης τῶν προτέρων λυπηρῶν, ὡς ὑβρισμένη πάλιν ἐμπίπλαται θυμοῦ, καὶ σύνοδον αὖθις ἐπιτελεῖσθαι ἐσπούδαζεν. Ὁ δὲ οὐκ ἐνεδίδου: ἀλλ̓ ἔτι σαφέστερον ἐπ̓ ἐκκλησίας λοιδορῶν αὐτὴν,

ἐξέκαυσε πρὸς ὀργήν. Ἡνίκα δὴ τὸν ἀοίδιμον ἐκεῖνον διεξῆλθε λόγον, ἀρξάμενος ὧδε, Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ὀρχεῖται, πάλιν Ἰωάννου τὴν κεφαλὴν ἐπὶ πίνακος σπουδάζει λαβεῖν. Οὐκ εἰς μακρὰν δὲ ἄλλοι τε ἐπίσκοποι παρεγένοντο, καὶ Λεόντιος ὁ Ἀγκύρας, καὶ Ἀκάκιος ὁ Βερροίας. Ἐπιγενομένης δὲ τῆς γενεθλίου ἡμέρας τοῦ Χριστοῦ, ὁ μὲν βασιλεὺς, ὡς εἰώθει, εἰς τὴν ἐκκλησίαν οὐκ ἦλθεν: ἐδήλωσε δὲ Ἰωάννῃ,

μὴ κοινωνεῖν αὐτῷ πρὶν ἀνεύθυνος φανῇ τῶν ἐγκλημάτων. Ἐπεὶ δὲ προθύμως ἀπολογεῖσθαι ἔφη, οἱ κατήγοροι δείσαντες ἐπεξιέναι τοῖς ἐγκλήμασιν οὐκ ἐθάρρουν. Ἐδόκει δὲ τοῖς δικασταῖς, μὴ δέον εἰς

848
δευτέραν χωρεῖν κρίσιν τὸν ὁπωσοῦν καθαιρεθέντα. Καὶ τῶν μὲν ἄλλων οὐδὲν ἐξήταζον: πρὸς τοῦτο δὲ μόνον ἀπολογεῖσθαι τὸν Ἰωάννην ἀπῄτουν, ὅτι καθαιρεθεὶς, πρὶν ἐπιτρέψαι σύνοδον, εἰς τὸν ἐπισκοπικὸν ἐκάθισε θρόνον.

Τοῦ δὲ τὴν ψῆφον τῶν κεκοινωνηκότων αὐτῷ μετὰ τὴν προτέραν σύνοδον προϊσχομένου, ὡς πλειόνων αὐτοῦ καταψηφισαμένων, καὶ διὰ τοῦτο ἱερατικοῦ κανόνος ἀπαγορεύοντος, οὐ προσίεντο τὴν ἀπολογίαν. Ἀλλὰ καθεῖλον αὐτὸν, ἑτεροδόξων ἐνιστάμενον τοῦτον εἶναι νόμον.

Ἐπεὶ γὰρ οἱ ἀπὸ τῆς Ἀρείου αἱρέσεως συκοφαντήσαντες Ἀθανάσιον ἀφείλοντο τὴν Ἀλεξανδρέων ἐκκλησίαν, δέει τῆς τῶν πραγμάτων μεταβολῆς, τάδε ἐνομοθέτησαν, ἀνεξέταστα μένειν τὰ ἐπ̓ αὐτῷ βεβουλευμένα σπουδάζοντες.