Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περὶ δὲ τοῦτον τὸν χρόνον Νεκταρίου τελευτήσαντος, καὶ βουλῆς οὔσης τίνα δέοι χειροτονεῖν, ἄλλοι μὲν ἄλλους ἐψηφίζοντο, καὶ οὐ τὰ αὐτὰ πᾶσιν ἐδόκει:

καὶ ὁ χρόνος ἐτρίβετο. Ἦν δέ τις ἐν Ἀντιοχείᾳ τῇ παῤ Ὀρόντῃ πρεσβύτερος, ᾧ ὄνομα Ἰωάννης, γένος τῶν εὐπατριδῶν: ἀγαθὸς τὸν βίον, λέγειν τε καὶ πείθειν δεινὸς, καὶ τοὺς κατ̓ αὐτὸν ὑπερβάλλων ῥήτορας, ὡς καὶ Λιβάνιος ὁ Σύρος σοφιστὴς ἐμαρτύρησεν: ἡνίκα γὰρ ἔμελλε τελευτᾷν, πυνθανομένων τῶν ἐπιτηδείων

786
τίς ἀντ̓ αὐτοῦ ἔσται,

λέγεται Ἰωάννην εἰπεῖν, εἰ μὴ Χριστιανοὶ τοῦτον ἐσύλησαν. Πλείστους δὲ τῶν αὐτοῦ ἀκουόντων ἐπ̓ ἐκκλησίας, εἰς ἀρετὴν ὠφέλησε, καὶ ὁμόφρονας αὐτῷ περὶ τὸ θεῖον ἐποίησε. Θείως γὰρ πολιτευόμενος, τὸν ἐκ τῆς οἰκείας ἀρετῆς ἐνετίθει ζῆλον τοῖς ἀκροαταῖς: καὶ ἐπὶ τοῦτο ῥᾳδίως ὡς οὐ τέχνῃ τινὶ καὶ δυνάμει λόγου βιάζεται παραπλήσια δοξάζειν αὐτῷ: ἀλλ̓ ὡς ἔχει ἀληθείς, εἰλικρινῶς τὰς ἱερὰς ἐξηγεῖτο βίβλους.

Λόγος γὰρ ὑπὸ τῶν ἔργων κοσμούμενος, πίστεως ἄξιος εἰκότως φαίνεται: ἄνευ δὲ τούτων, εἴρωνα καὶ τῶν ἰδίων λόγων κατήγορον ἀποφαίνει τὸν λέγοντα: κἂν σπουδάζῃ διδάσκων. Τῷ δὲ κατ̓ ἀμφότερα εὐδοκιμεῖν προσῆν: ἀγωγῇ μὲν γὰρ βίου σώφρονι, καὶ πολιτείᾳ ἀκριβεῖ

787
ἐχρῆτο:

φράσει δὲ λόγου σαφεῖ μετὰ λαμπρότητος: φύσεώς τε γὰρ εὖ ἔσχε. Διδασκάλους δὲ, τῆς μὲν περὶ τοὺς ῥήτορας ἀσκήσεως, Λιβάνιον: Ἀνδραγάθιον δὲ, τῶν περὶ φιλοσοφίας λόγων. Προσδοκηθεὶς δὲ δίκας ἀγορεύειν, καὶ τοῦτον μετιέναι τὸν βίον,