Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπιφάνιος δὲ δῆλος ἦν εἴξας ταῖς κατ̓ αὐτοῦ διαβολαῖς: προτραπεὶς γὰρ ἐν οἰκήμασιν ἐκκλησιαστικοῖς καταμένειν, οὐκ ἠνέσχετο. Καὶ Ἰωάννῃ μὲν εἰς ταυτὸν συνελθεῖν ἀπέφυγεν: ἰδίᾳ δὲ συγκαλῶν τοὺς ἐνδημοῦντας ἐν Κωνσταντινουπόλει ἐπισκόπους, ἐπεδείκνυ τὰ ψηφισθέντα κατὰ τῶν Ὠριγένους λόγων.

Καὶ τινὰς ἐπιψηφίσασθαι ἔπεισεν: οἱ δὲ πλείους παρῃτήσαντο. Θεότιμος δὲ ὁ Σκυθίας ἐπίσκοπος, καὶ ἄντικρυς Ἐπιφανίου καθήψατο. Οὔτε γὰρ ἔφη ὅσιον εἶναι, τὸν πάλαι τετελευτηκότα ὑβριζειν: οὔτε βλασφημίας ἐκτὸς, τὴν τῶν παλαιοτέρων διαβάλλειν κρίσιν, καὶ τὰ παῤ ἐκείνων δεδοκιμασμένα ἀθετεῖν. Ἅμα τε λέγων, καὶ βιβλίον τὶ τῶν Ὠριγένους προκομίσας διεξῄει: καὶ χρειώδη ταῖς ἐκκλησίαις τὰ ἀνεγνωσμένα δείξας, Ἄτοπον, ἔφη, ὑπομένουσιν οἱ ταῦτα διαβάλλοντες: κινδυνεύουσι γὰρ ταῦτα ὑβρίζειν, περὶ ὧν οἱ λόγοι.

Ὁ δὲ Ἰωάννης, δἰ αἰδοῦς εἶχεν ἔτι τὸν Ἐπιφάνιον, καὶ παρεκάλει αὐτὸν συνεκκλησιάζειν,

830
καὶ σύνοικον ἔχειν. Ὁ δὲ, οὔτε συνοικεῖν, οὔτε συνεύχεσθαι αὐτῷ ἀντεδήλου, εἰ μὴ καταψηφίσηται τῶν Ὠριγένους λόγων, καὶ Διόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐξελάσῃ.

Ἐπεὶ δὲ ταῦτα ποιεῖν πρὸ δίκης οὐ δίκαιον ἡγεῖτο καὶ ἀνεβάλλετο, μελλούσης ἐπιτελεῖσθαι συνάξεως ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ, κατεσκεύαζον οἱ Ἰωάννου δυσμενεῖς προελθεῖν Ἐπιφάνιον, καὶ δημοσίᾳ ἀποκηρῦξαι ἐπὶ τοῦ λαοῦ τὰς Ὠριγένους βίβλους, καὶ τοὺς ἀμφὶ τὸν Διόσκορον, ὡς τὰ τούτου φρονοῦντας: ἐν ταυτῷ δὲ καὶ τὸν ἐπίσκοπον τῆς πόλεως διαβαλεῖν, ὡς ἐκείνοις προσκείμενον. Καὶ οἱ μὲν τάδε ἐσπούδαζον:

ᾤοντο γὰρ αὐτὸν οὕτω συγκρούσειν πρὸς τὸ πλῆθος. Τῇ δὲ ἑξῆς ἐπὶ τοῦτο προελθὼν Ἐπιφάνιος, ἐγγὺς ἤδη τῆς ἐκκλησίας ἐτύγχανεν: ἀπαντήσας δὲ αὐτῷ Σαραπίων παρὰ Ἰωάννου ἀποσταλεὶς, ᾔσθετο γὰρ τὰ τῇ προτεραίᾳ βεβουλευμένα, ἐμαρτύρατο μήτε δίκαια ποιεῖν, μήτε αὐτῷ συμφέροντα, εἰ ταραχῆς ἐν

831
τῷ πλήθει ἢ στάσεως κινηθείσης, αὐτὸς κινδυνεύσει, ὡς αἴτιος γεγονώς. Καὶ ὁ μὲν ὧδε ἀνεκόπη τῆς ἐπὶ τοῦτο ὁρμῆς.

Περὶ τοῦ παιδὸς τῆς βασιλίδος, καὶ τοῦ ἁγίου Ἐπιφανίου: καὶ ὡς οἱ μακροὶ πρὸς διάλογον ἦλθον Ἐπιφανίῳ, καὶ ὡς ἀπέπλευσεν εἰς Κύπρον αὖθις: καὶ περὶ Ἐπιφανίου καὶ Ἰωάννου.

Ἐν τούτῳ δὲ συνέβη νοσεῖν τοῦ βασιλέως παιδίον: περιδεὴς δὲ οὖσα ἡ μήτηρ μή τι πάθοι, πέμψασα πρὸς Ἐπιφάνιον, ἐδεῖτο εὔχεσθαι ὑπὲρ αὐτοῦ. Ὁ δὲ, ζήσεσθαι τὸν κάμνοντα ὑπέσχετο, εἰ τοὺς ἀμφὶ Διόσκορον αἱρετικοὺς ὄντας ἀποστραφείη.