Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὗτοι γὰρ ἦσαν αὐτῷ τὰ μάλιστα τῶν ἐν Αἰγύπτῳ μοναχῶν κεχαρισμένοι, καὶ τὰ πολλὰ συνομίλους καὶ συνοίκους αὐτοὺς ἐποιεῖτο: τὸν δὲ Διόσκορον καὶ τῆς Ἑρμουπόλεως ἐπίσκοπον κατέστησεν. Εἰς μῖσος δὲ αὐτοῖς κατέστη ἐκ τῆς πρὸς Ἰσίδωρον ἔχθρας, ὃν μετὰ Νεκτάριον ἐν Κωνσταντινουπόλει χειροτονεῖν ἐσπούδαζεν.

Οἱ μὲν γάρ φασιν, ὡς γυνή τις ἐκ τῆς Μανιχαίων αἱρέσεως μετέθετο πρὸς τὴν καθόλου ἐκκλησίαν: ὡς ἀπερισκέπτως δὲ ταύτης κοινωνησάσης μυστηρίων πρὶν ἀπαγορεῦσαι τὴν προτέραν αἵρεσιν,

821
ἐπῃτιᾶτο Θεόφιλος τὸν τότε ἀρχιπρεσβύτερον:

ἀπηχθάνετο γὰρ αὐτῷ καὶ ἄλλως. Ὁ δὲ Πέτρος, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, καὶ κατὰ τὸν νόμον τῆς ἐκκλησίας, καὶ γνώμῃ Θεοφίλου κεκοινωνηκέναι τὸ γύναιον ἰσχυρίζετο: καὶ μάρτυρα τούτων, Ἰσίδωρον ἔλεγεν.

Ὁ δὲ ἔτυχε μὲν τότε ὡς Ῥώμην ἀποσταλείς: ἐπανελθὼν δὲ ἀληθῆ λέγειν τὸν Πέτρον ἐμαρτύρησεν. Ὡς συκοφαντηθεὶς δὲ Θεόφιλος χαλεπῄνας, ἄμφω τῆς ἐκκλησίας ἐξήλασε. Καὶ οἱ μὲν τάδε λέγουσι.

Τῶν γε μὴν συγγενομένων τούτοις τότε τοῖς μοναχοῖς ἀνδρὸς οἵου πιστεύεσθαι ἐπυθόμην, διττὴν αἰτίαν Θεοφίλῳ γενέσθαι τῆς πρὸς Ἰσίδωρον δυσμενείας: κοινὴν μὲν αὐτῷ τε καὶ Πέτρῳ τῷ πρεσβυτέρῳ, καθότι μαρτυρῆσαι παρῃτήσαντο, ὡς τῆς Θεοφίλου ἀδελφῆς πρός του κληρονόμου γραφείσης: ἰδίαν δὲ, καθὸ χρημάτων αὐτῷ πολλῶν

822
προσφερομένων ὡς ἐπιτρόπῳ πτωχῶν, ἐπιχειροῦντι Θεοφίλῳ τούτων λαμβάνειν, ὡς δεδαπανημένῳ εἰς οἰκοδομὰς ἐκκλησιῶν, οὐκ ἐνεδίδου: ἄμεινον εἶναι λέγων τὰ σώματα τῶν καμνόντων, ἃ ναοὺς Θεοῦ κυριώτερον νοεῖν ἐστὶ, δἰ οὓς καὶ τὰ χρήματα παρείχετο, ταῖς προσηκούσαις θεραπείαις ἀνανεοῦν, ἢ τοίχους οἰκοδομεῖν.

Ἀλλ̓ εἴτε ἐντεῦθεν, εἴτε ἐξ αἰτίας ἑτέρας, ἀφαιρεθεὶς παρὰ Θεοφίλου τῆς κοινωνίας Ἰσίδωρος, ἦλθεν εἰς Σκῆτιν, ὡς πρὸς ἑταίρους τοὺς ἐνθάδε μοναχούς. Παραλαβὼν δέ τινας Ἀμμώνιος παρεγένετο πρὸς Θεόφιλον, καὶ τὴν κοινωνίαν ἀποδοῦναι Ἰσιδώρῳ ἐδεῖτο.