Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας: ὁ δὲ πρὸς αὐτὸν, Οὐκοῦν εἰπὲ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι; τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη: Σὺ μὲν τοῦτο οὐκ ἂν ἐπιδεῖξαι δυνήσῃ: ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σοφώτατος, ἔστωσαν σοῦ τὰ ἱμάτια ἀεὶ λευκὰ, παραινεῖ λέγων: καὶ αὐτὸς ὁ Χριστὸς

784
λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος, Μωσῆν τε καὶ Ἡλίαν τοιούτους τοῖς ἀποστόλοις ἐπιδεικνύς.

Οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισινίῳ χάριεν οἶμαι. Ἐνεδήμει μὲν τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ παρὰ Γαλάταις τῆς Ἀγκύρας ἐπίσκοπος: ἐκκλησίαν δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένος, ἧκε πρὸς αὐτὸν ἀπολαβεῖν ταύτην δεόμενος.

Ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδόρει δὲ τοὺς Ναυατιανοὺς ὡς οὐκ ἀξίους ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν ἐκ Θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων. Ἀλλὰ μὴν, ἔφη Σισίνιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. Ἐρομένου δὲ Λεοντίου τίνα τρόπον: Ὅτι σὲ τεθέαμαι,

ἀπεκρίνατο. Καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν. Οὐκ ἀκόμψους τε πολλοὺς αὐτοῦ λόγους φασὶ φέρεσθαι. Ἐπῃνεῖτο δὲ

785
μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι, καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. Ἀλλὰ οἷος μὲν ἦν οὗτος ὁ ἀνὴρ, τάδε εἰρήσθω, εἰς ἀπόδειξιν ἧς ἔλαχε φύσεως, ἀγωγῆς τε καὶ βίου.

Περὶ ἀγωγῆς καὶ διαίτης, καὶ πολιτείας καὶ σοφίας, καὶ εἰς τὸν θρόνον παρόδου τοῦ μεγάλου Ἰωάννου τοῦ Χρυσοστόμου: καὶ ὡς ἐμποδὼν αὐτῷ καθίσταται Θεόφιλος ὁ Ἀλεξανδρείας.

Περὶ δὲ τοῦτον τὸν χρόνον Νεκταρίου τελευτήσαντος, καὶ βουλῆς οὔσης τίνα δέοι χειροτονεῖν, ἄλλοι μὲν ἄλλους ἐψηφίζοντο, καὶ οὐ τὰ αὐτὰ πᾶσιν ἐδόκει:

καὶ ὁ χρόνος ἐτρίβετο. Ἦν δέ τις ἐν Ἀντιοχείᾳ τῇ παῤ Ὀρόντῃ πρεσβύτερος, ᾧ ὄνομα Ἰωάννης, γένος τῶν εὐπατριδῶν: ἀγαθὸς τὸν βίον, λέγειν τε καὶ πείθειν δεινὸς, καὶ τοὺς κατ̓ αὐτὸν ὑπερβάλλων ῥήτορας, ὡς καὶ Λιβάνιος ὁ Σύρος σοφιστὴς ἐμαρτύρησεν: ἡνίκα γὰρ ἔμελλε τελευτᾷν, πυνθανομένων τῶν ἐπιτηδείων

786
τίς ἀντ̓ αὐτοῦ ἔσται,

λέγεται Ἰωάννην εἰπεῖν, εἰ μὴ Χριστιανοὶ τοῦτον ἐσύλησαν. Πλείστους δὲ τῶν αὐτοῦ ἀκουόντων ἐπ̓ ἐκκλησίας, εἰς ἀρετὴν ὠφέλησε, καὶ ὁμόφρονας αὐτῷ περὶ τὸ θεῖον ἐποίησε. Θείως γὰρ πολιτευόμενος, τὸν ἐκ τῆς οἰκείας ἀρετῆς ἐνετίθει ζῆλον τοῖς ἀκροαταῖς: καὶ ἐπὶ τοῦτο ῥᾳδίως ὡς οὐ τέχνῃ τινὶ καὶ δυνάμει λόγου βιάζεται παραπλήσια δοξάζειν αὐτῷ: ἀλλ̓ ὡς ἔχει ἀληθείς, εἰλικρινῶς τὰς ἱερὰς ἐξηγεῖτο βίβλους.

Λόγος γὰρ ὑπὸ τῶν ἔργων κοσμούμενος, πίστεως ἄξιος εἰκότως φαίνεται: ἄνευ δὲ τούτων, εἴρωνα καὶ τῶν ἰδίων λόγων κατήγορον ἀποφαίνει τὸν λέγοντα: κἂν σπουδάζῃ διδάσκων. Τῷ δὲ κατ̓ ἀμφότερα εὐδοκιμεῖν προσῆν: ἀγωγῇ μὲν γὰρ βίου σώφρονι, καὶ πολιτείᾳ ἀκριβεῖ

787
ἐχρῆτο: