Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ τὰ μὲν ὧδε τῇ συνόδῳ ἔδοξε: καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο: καὶ νόμον ἔθετο, κυρίαν εἶναι τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων: παραδοθῆναί τε τὰς πανταχοῦ ἐκκλησίας τοῖς ἐν ὑποστάσει τριῶν προσώπων ἰσοτίμων καὶ ἰσοδυνάμων μίαν καὶ τὴν αὐτὴν ὁμολογοῦσι θεότητα, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος:

τούτους δὲ εἶναι τοὺς κοινωνοῦντας Νεκταρίῳ ἐν Κωνσταντινουπόλει: ἐν Αἰγύπτῳ δὲ Τιμοθέῳ τῷ ἐπισκόπῳ Ἀλεξανδρείας: ἐν δὲ ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις,

702
Διοδώρῳ τῷ Ταρσοῦ, καὶ Πελαγίῳ τῷ ἐπισκόπῳ Λαοδικείας τῆς Σύρων: παρὰ δὲ Ἀσιανοῖς Ἀμφιλοχίῳ τῷ προϊσταμένῳ τῆς ἐν Ἰκονίῳ ἐκκλησίας: ἐν δὲ ταῖς παρὰ τὸν Πόντον πόλεσιν, ἀπὸ Βιθυνῶν μέχρις Ἀρμενίων, Ἑλλαδίῳ τῷ Καισαρείας τῆς Καππαδοκῶν ἐκκλησίας ἐπισκόπῳ, καὶ Γρηγορίῳ τῷ Νύσης, καὶ Ὀτρηΐνῳ τῷ Μελιτίνης: ἐν δὲ ταῖς περὶ Θρᾴκην καὶ Σκυθίαν πόλεσι, Τερεντίῳ τῷ Τομέων,

καὶ Μαρτυρίῳ τῷ Μαρκιανουπόλεως. Τούτους γὰρ καὶ βασιλεὺς αὐτὸς ἐπῄνεσεν ἰδὼν καὶ συγγενόμενος: καὶ δόξα ἀγαθὴ περὶ αὐτῶν ἐκράτει, ὡς τὰς ἐκκλησίας εὐσεβῶς ἀγόντων. Ἐπεὶ δὲ τάδε ἐγένετο, καὶ ἡ σύνοδος τέλος ἔσχεν, οἱ μὲν ἄλλοι ἕκαστος οἴκαδε ἐπανῆλθον.

Περὶ Μαρτυρίου τοῦ Κίλικος, καὶ περὶ τῆς ἀνακομιδῆς τῶν λειψάνων τῶν ἁγίων Παύλου τοῦ ὁμολογητοῦ, καὶ Μελετίου Ἀντιοχείας.

Νεκτάριος δὲ, ὑπὸ διδασκάλῳ Κυριακῷ τῷ ἐπισκόπῳ

703
Ἀδάνων, τὴν ἱερατικὴν τάξιν ἐμάνθανε: τοῦτον γὰρ αὐτῷ συγγενέσθαι ἐπί τινα χρόνον, ᾔτησε Διόδωρον τὸν Ταρσέων ἐπίσκοπον. Προὐτρέψατο δὲ καὶ πολλοὺς ἄλλους Κίλικας αὐτῷ συνεῖναι, καὶ Μαρτύριον, ὃν ἐπιτήδειον ἰατρὸν ἔχων καὶ συνίστορα τῶν ἐν νεότητι ἡμαρτημένων αὐτῷ, διάκονον χειροτονεῖν ἐβουλεύετο.

Οὐ μὴν ἠνέσχετο Μαρτύριος, ἀνάξιον αὐτὸν εἶναι θείας διακονίας ἰσχυριζόμενος, καὶ τῶν αὐτῷ βεβιωμένων αὐτὸν Νεκτάριον μάρτυρα ποιούμενος. Καὶ ὁ Νεκτάριος, Ἢ οὐκ ἐγὼ, ἔφη, ὁ νῦν ἱερεὺς, ἀμελέστερόν σου πολλῷ τὸν προτοῦ διετέθην βίον, ὡς καὶ αὐτὸς μαρτυρεῖς, πολλάκις διακονησάμενος ταῖς πολλαῖς ἐμαῖς ἀκολασίαις;

Ὁ δὲ, Ἀλλὰ σὺ, ὦ μακάριε, ὑπολαβὼν ἔφη, ἔναγχος βαπτισθεὶς κεκάθαρσαι, καὶ ἐπὶ τούτῳ ἱερωσύνης ἠξίωσαι: ἀμφότερα δὲ καθάρσια ἁμαρτημάτων τὸ θεῖον ἐνομοθέτησε: καί μοι δοκῶ, οὐδὲν διαφέρεις τῶν ἀρτιτόκων βρεφῶν: ἐγὼ δὲ πάλαι τῆς θείας βαπτίσεως μετασχὼν, τῇ αὐτῇ διετέλεσα βιοτῇ χρώμενος. Καὶ ὁ

704
μὲν τοιάδε λέγων, οὐχ ὑπέστη τὴν χειροτονίαν. Ἐγὼ δὲ καὶ τῆς παραιτήσεως ἐπαινῶ τὸν ἄνδρα, καὶ διὰ τοῦτο μέρος ἐποιησάμην αὐτὸν ταύτης τῆς γραφῆς.

Ὁ δὲ βασιλεὺς μαθὼν τὰ συμβάντα Παύλῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ γενομένῳ, μετεκόμισεν αὐτοῦ τὸ σῶμα, καὶ ἐν τῇ ἐκκλησίᾳ ἔθαψεν, ἣν ᾠκοδόμησε Μακεδόνιος ὁ ἐπιβουλεύσας αὐτῷ: εἰσέτι τε νῦν ἐπωνυμός ἐστιν αὐτῷ, μέγιστος ὢν καὶ ἐπισημότατος ὁ ναὸς οὗτος. Ὃ καὶ πολλοὺς ἀγνοοῦντας τὴν ἀλήθειαν, ὑπονοεῖν ποιεῖ Παῦλον τὸν ἀπόστολον ἐνθάδε κεῖσθαι,