Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἣν παρέλαβε μηκέτι εἶναι κινδυνεύουσαν. Ἀπαιτοῦσι δὲ τοῖς ἐπισκόποις τὴν παρακαταθήκην ἀπέδωκεν, οὐ τοὺς πολλοὺς ἱδρῶτας μεμψάμενος, ἢ τοὺς κινδύνους οὓς ὑπέστη πρὸς τὰς αἱρέσεις ζυγομαχῶν: καίτοιγε τὸ λυποῦν οὐδὲν ἦν, μηδενὸς ὄντος, μένειν αὐτὸν Κωνσταντινουπόλεως ἐπίσκοπον: ἤδη γὰρ καὶ Ναζιανζοῦ ἕτερος ἐπίσκοπος κεχειροτόνητο. Ἀλλ̓ ὅμως ἡ σύνοδος, καὶ τοὺς πατρίους νόμους καὶ τὴν ἐκκλησιαστικὴν τάξιν φυλάττουσα, ὃ δέδωκε,

696
παῤ ἑκόντος ἀπείληφε,

μηδὲν αἰδεσθεῖσα τῶν τοῦ ἀνδρὸς πλεονεκτημάτων. Ὡς ἐπὶ μεγίστῳ δὲ πεφροντισμένης βουλῆς τῷ βασιλεῖ καὶ τοῖς ἱερεῦσιν οὔσης, παρεγγυωμένου τε τοῦ κρατοῦντος ἀκριβῆ ποιήσασθαι βάσανον, ὅπως ὅτι μάλιστα καλός τε καὶ ἀγαθὸς εὑρεθείη, ᾧ δεήσει πιστεῦσαι τῆς μεγίστης καὶ βασιλευούσης πόλεως τὴν ἀρχιερωσύνην, οὐ τὴν αὐτὴν γνώμην εἶχεν ἡ σύνοδος: ἕκαστοι δέ τινα τῶν αὐτοῖς ἐπιτηδείων ἠξίουν χειροτονεῖν.

Περὶ τῆς προχειρίσεως Νεκταρίου εἰς τὸν Κωνσταντινουπόλεως θρόνον, καὶ ὅθεν ἦν, καὶ οἷος τὸν τρόπον.

Ἐν τούτῳ δὲ Νεκτάριός τις Ταρσεὺς τῆς Κιλικίας, τοῦ λαμπροτάτου τάγματος τῆς συγκλήτου, ἐν Κωνσταντινουπόλει διέτριβεν. Ἤδη δὲ παρεσκευασμένος εἰς τὴν πατρίδα ἀπιέναι, παραγίνεται πρὸς Διόδωρον τὸν Ταρσοῦ ἐπίσκοπον, εἴγε βούλοιτο γράφειν ἐπιστολὰς κομισόμενος.

Ἔτυχε δὲ τότε διανοούμενος καθ̓ ἑαυτὸν ὁ Διόδωρος, τίνα χρὴ προβαλέσθαι εἰς

697
τὴν σπουδαζομένην χειροτονίαν. Καὶ ἰδὼν εἰς Νεκτάριον, ἄξιον εἶναι τῆς ἐπισκοπῆς ἐνόμισε: καὶ κατὰ νοῦν εὐθὺς αὐτῷ προσετέθη, πολιάν τ̓ ἀνδρὸς καὶ εἶδος ἱεροπρεπὲς καὶ τὸ προσηνὲς τῶν τρόπων λογισάμενος.

Καὶ ὡς ἐπ̓ ἄλλο τι ἀγαγὼν αὐτὸν παρὰ τὸν Ἀντιοχείας ἐπίσκοπον, ἐπῄνει, καὶ σπουδάζειν αὐτῷ παρεκάλει. Ὁ δὲ, ἐπὶ μεμεριμνημένῳ πράγματι, πολλῶν ἐπισημοτάτων ἀνδρῶν ὑποψήφων ὄντων, ἐγέλασε τὴν Διοδώρου ψῆφον: ὅμως δὲ πρὸς ἑαυτὸν καλέσας Νεκτάριον, περιμένειν βραχύν τινα χρόνον ἐκέλευσεν.

Οὐκ εἰς μακρὰν δὲ προστάξαντος τοῦ βασιλέως τοῖς ἱερεῦσιν, ἐγγράψαι χάρτῃ τὰς προσηγορίας ὧν ἕκαστοι δοκιμάζουσιν εἰς τὴν χειροτονίαν ἀξίων, ἑαυτῷ δὲ φυλάξαντος ἐκ πάντων τοῦ ἑνὸς τὴν αἵρεσιν, ἄλλοι μὲν ἄλλους ἐνέγραψαν, ὁ δὲ τῆς Ἀντιοχέων ἐκκλησίας ἡγούμενος, ἐγγράφει μὲν οὓς ἐβούλετο: ἔσχατον δὲ πάντων προστίθησι Νεκτάριον διὰ τὴν πρὸς Διόδωρον χάριν.

Ἀναγνοὺς δὲ ὁ βασιλεὺς

698
τῶν ἐγγραφέντων τὸν κατάλογον, ἔστη ἐπὶ Νεκταρίῳ. Καὶ σύννους γενόμενος, σχολῇ καθ̓ ἑαυτὸν ἐβουλεύετο, τὸν δάκτυλον ἐπιθεὶς τῇ τελευταίᾳ γραφῇ. Καὶ ἀναδραμὼν εἰς τὴν ἀρχὴν, αὖθις πάντας ἐπανῆλθε, καὶ Νεκτάριον αἱρεῖται.