Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τοιούτων δὲ καὶ ἑτέρων, ὡς εἰκὸς, συγκυρησάντων κακῶν, ἐπαιτιώμενος

764
Ἀμβρόσιος τὸν βασιλέα, τῆς ἐκκλησίας εἷρξε, καὶ ἀκοινώνητον ἐποίησε. Δημοσίᾳ δὲ καὶ αὐτὸς τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ὡμολόγησε: καὶ πάντα τὸν ὁρισθέντα αὐτῷ χρόνον εἰς μετάνοιαν, οἷά γε πενθῶν, βασιλικῷ κόσμῳ οὐκ ἐχρήσατο: καὶ νόμον προσέταξε, τοὺς διακονουμένους τοῖς τοῦ βασιλέως προστάγμασιν, εἰς τριακοστὴν ἡμέραν ἀναβάλλεσθαι τὴν τιμωρίαν τῶν ἐπὶ θανάτῳ καταδεδικασμένων: ὥστε καὶ τὸν ἐν μέσῳ χρόνον μαλάσσειν τὴν τοῦ βασιλέως ὀργὴν, καὶ τοῦ θυμοῦ παρακμάζοντος, ἐλέῳ καὶ μεταμελείᾳ γενέσθαι χώραν.

Ἀμβροσίῳ δὲ τούτῳ πολλὰ μὲν καὶ ἄλλα κατώρθωται ἄξια ἱερωσύνης, ἃ μόνοις ἐπιχωρίοις κατὰ τὸ εἰκὸς ἔγνωσται. Τῶν δ̓ αὖ ἐπισημοτάτων αὐτοῦ ἔργων, καὶ τοῦτο ἐπυθόμην.

Ἔθος ἦν τοὺς βασιλεῖς ἐν τῷ ἱερατείῳ ἐκκλησιάζειν, κατ̓ ἐξοχὴν τῶν ὁρίων τοῦ λαοῦ κεχωρισμένους: κολακείας δὲ ἢ ἀταξίας εἶναι τοῦτο συνιδὼν, τόπον εἶναι βασιλέως ἐν ἐκκλησίᾳ τέταχε, τὸν πρὸ τῶν δρυφάκτων

765
τοῦ ἱερατείου: ὥστε τοῦ μὲν λαοῦ τὸν κρατοῦντα τὴν προεδρίαν ἔχειν: αὐτοῦ δὲ τοὺς ἱερέας προκαθῆσθαι. Ταύτην δὲ τὴν ἀρίστην παράδοσιν ἐπῄνεσε Θεοδόσιος ὁ βασιλεὺς, καὶ οἱ μετὰ ταῦτα ἐκράτυναν: καὶ ἐξ ἐκείνου νυνὶ φυλαττομένην ὁρῶμεν.

Τούτου δὲ τοῦ ἀνδρὸς καὶ τόδε τὸ ἔργον ἀξιομνημόνευτον περιλαβεῖν τῇ γραφῇ, ἀναγκαῖον εἶναί μοι δοκεῖ. Ἕλλην τις τῶν ἐν τέλει, τὸν Γρατιανὸν ἐλοιδόρει, καὶ τοῦ πατρὸς ἀνάξιον ἀπεκάλει: καὶ γραφὴν ἐπὶ τούτοις ὑπομείνας κατεδικάσθη θανεῖν. Ἀγομένου δὲ αὐτοῦ ἐπὶ τιμωρίᾳ, ἧκεν Ἀμβρόσιος εἰς τὰ βασίλεια,

περὶ αὐτοῦ δεησόμενος. Ὑπὸ σπουδῆς δὲ τῶν αὐτῷ ἐπιβουλευόντων ἀσχολουμένου Γρατιανοῦ περὶ θέαν κυνηγίων, οἵας εἰώθασιν οἱ βασιλεῖς ἐπιτελεῖν, τερπωλῆς ἰδίας χάριν, οὐ δημοσίας, μηδενός τε τῶν ἐπὶ ταῖς βασιλικαῖς πύλαις τεταγμένων μηνύοντος, ὡς οὐ καιροῦ ὄντος, ὑπεχώρησεν.