Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Σύ με νικᾷς, καὶ τῇ ἐμῇ στρατιᾷ ἐπιβουλεύεις. Οἱ δὲ περιτυχόντες, ὡς εἰκὸς, πολλῆς οὔσης περὶ τοῦ πολέμου σπουδῆς νεώτερόν τι ἀκούειν καὶ λέγειν, καταπλαγέντες ἀνεγράψαντο τὴν ἡμέραν, καθ̓ ἣν γενέσθαι τὰ περὶ τὸν πόλεμον οὐκ εἰς μακρὰν ἔγνωσαν παρὰ τῶν κοινωνησάντων τῇ μάχῃ. Καὶ τὰ μὲν ὧδε γενέσθαι λόγος.

Περὶ τῆς πρὸς βασιλέα Θεοδόσιον τοῦ ἁγίου Ἀμβροσίου παρρησίας, καὶ τοῦ φόνου τῶν ἐν Θεσσαλονίκῃ: καὶ διήγησις τοῦ ἁγίου τούτου ἑτέρων κατορθωμάτων.

Μετὰ δὲ τὴν Εὐγενίου καθαίρεσιν ἀφικόμενος εἰς Μεδιόλανον ὁ βασιλεὺς, ἧκεν εἰς τὴν ἐκκλησίαν εὐξόμενος. Ὡς δὲ πρὸς ταῖς θύραις ἐγένετο, ὑπήντετο Ἀμβρόσιος ὁ τῆς πόλεως ἐπίσκοπος: καὶ λαβόμενος

762

τῆς ἁλουργίδος ἐπὶ τοῦ πλήθους, Ἐπίσχες, ἔφη: ἀνδρὶ γὰρ ὑπὸ ἁμαρτίας βεβήλῳ, καὶ τὰς χεῖρας ᾑμαγμένας οὐκ ἐν δίκῃ ἔχοντι, οὐ θεμιτὸν πρὸ μετανοίας τῆς τοῦ ἱεροῦ ἐπιβαίνειν οὐδοῦ, ἢ μυστηρίων θείων κοινωνεῖν. Ὁ δὲ βασιλεὺς θαυμάσας τὸν ἱερέα τῆς παρρησίας, σύννους γεγονὼς ὑπέστρεφεν, ὑπὸ τῆς μετανοίας κεντούμενος.

Ἦν δὲ τῆς ἁμαρτίας πρόφασις τοιάδε: Βουθερίχου τοῦ ἡγουμένου τότε τῶν παῤ Ἰλλυριοῖς στρατιωτῶν ἡνίοχος τὸν οἰνοχόον αἰσχρῶς ἰδὼν, ἐπείρασε: καὶ συλληφθεὶς ἐν φρουρᾷ ἦν. Ἐπισήμου δὲ ἱπποδρομίας ἐπιτελεῖσθαι μελλούσης, ὡς ἀναγκαῖον εἰς τὴν ἀγωνίαν ὁ Θεσσαλονικέων δῆμος ἐζήτει ἀφίεσθαι: ὡς δὲ οὐδὲν ἤνυεν, εἰς χαλεπὴν κατέστη στάσιν:

καὶ τελευτῶν τὸν Βουθερίχαν ἀνεῖλε. Καὶ ἐπεὶ τάδε ἐμηνύθη, εἰς ἄμετρον ὀργὴν ἐμπεσὼν ὁ βασιλεὺς ῥητὸν τῶν προστυγχανόντων

763
ἀριθμὸν ἀναιρεθῆναι προσέταξεν. Ἐντεῦθεν δὲ πολλῶν ἀδίκων ἐνεπλήσθη φόνων ἡ πόλις. Ξένοι τε γὰρ αὐτίκα προσπλεύσαντες,