Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Φασὶ δὲ τῆς φθασάσης νυκτὸς μεθ̓ ἣν εὐθὺς ἐπιγενομένης ἡμέρας ἡ στάσις ἐγένετο, φάσμα γυναικὸς θεαθῆναι, μεγέθει ἐξαίσιον καὶ θέᾳ φοβερὸν, μετάρσιόν τε διατρέχον ἀνὰ τὰς ἀγυιὰς τῆς πόλεως, τὸν ἀέρα μαστίζειν ὑπὸ μάστιγι δυσήχῳ, οἵαις εἰς θυμὸν προκαλοῦνται τοὺς θῆρας οἱ περὶ τὰ τοιαῦτα θέατρα πονοῦντες.

Οὕτω τις ἀλάστωρ δαίμων ἐπιβουλῇ τὴν στάσιν ἐκίνησεν: ἐπηκολούθησε δ̓ ἂν καὶ φόνος πολὺς, εἰ μὴ τὴν ὀργὴν κατέπαυσεν ὁ βασιλεὺς, τὴν ἱερατικὴν ὑπὸ εὐσεβείας ἱκεσίαν αἰδεσθείς.

758

Περὶ τῆς Θεοδοσίου τοῦ βασιλέως κατὰ τοῦ Εὐγενίου νίκης.

Ἐπεὶ δὲ τὰ πρὸς τὸν πόλεμον αὐτῷ ηὐτρέπιστο, ἀναγορεύει βασιλέα Ὁνώριον τὸν νεώτερον υἱόν: Ἀρκάδιον γὰρ ἤδη χειροτονήσας ἦν. Ἄμφω δὲ ἐν Κωνσταντινουπόλει καταλιπὼν, σπουδῇ σὺν ταῖς στρατιαῖς ἀπὸ τῆς ἕω ἐπὶ τὴν πρὸς δύσιν ἀρχομένην ἠπείγετο. Συνείπετο δὲ αὐτῷ καὶ πλῆθος συμμάχων,

τῶν περὶ τὸν Ἴστρον βαρβάρων. Λέγεται δὲ τότε τῆς Κωνσταντινουπόλεως ἐκδημῶν, πρὸς τῷ ἑβδόμῳ μιλίῳ γενόμενος, προσεύξασθαι τῷ Θεῷ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἣν ἐπὶ τιμῇ Ἰωάννου τοῦ βαπτιστοῦ ἐδείματο: αἰτῆσαί τε αἰσίαν αὑτῷ καὶ τῇ στρατιᾷ καὶ Ῥωμαίοις ἅπασι γενέσθαι τὴν ἔκβασιν τοῦ πολέμου, καὶ σύμμαχον αὐτῷ ἐπικαλέσασθαι τὸν Βαπτιστήν.

Ταῦτα δὲ προσευξάμενος, εἰς Ἰταλίαν ἀφίκετο. Καὶ προσβαλὼν ταῖς Ἄλπεσιν, εἷλε τὰς πρώτας φυλακάς. Παραμείψας δὲ τῆς παρόδου τὸ ἄκρον, ὡς πρὸς

759
τῇ καθόδῳ ἐγένετο, εἶδε τὸ πεδίον πλῆρες ἱππέων καὶ πεζῶν: οὐκ ἄπωθεν δὲ κατὰ νώτου πολλοὺς τῶν πολεμίων ἐν τῇ κορυφῇ τοῦ ὄρους τέως ἠρεμοῦντας.