Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετὰ δὲ τὸν τεθέντα παρὰ Γρατιανοῦ νόμον, ἀδείας λαβόμενοί τινες τῶν ἐπισκόπων

681
ταύτης τῆς αἱρέσεως, κατέλαβον τὰς ἐκκλησίας, ὧν ἐπὶ Οὐάλεντος ἀφῄρηντο. Καὶ συνελθόντες ἐν Ἀντιοχείᾳ τῆς Καρίας, ἐψηφίσαντο μὴ δεῖν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ὀνομάζειν,

ἀλλ̓ ὁμοιοούσιον, ὡς πρόσθεν. Ἐκ τούτου δὲ, οἱ μὲν διακριθέντες, ἰδίᾳ ἐκκλησίαζον: οἱ δὲ τῶν ταῦτα ψηφισαμένων ἐναντιότητα καὶ φιλονεικίαν καταγνόντες, ἀπέστησαν αὐτῶν, καὶ βεβαιότερον ὡμοφρόνουν τοῖς κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύουσιν.

Ἐκ δὲ τῶν τότε κατὰ τὸν Γρατιανοῦ νόμον ἐπανελθόντων ἐπισκόπων ἀπὸ τῆς συμβάσης αὐτοῖς φυγῆς ἐπὶ τῆς Οὐάλεντος βασιλείας, οἱ μὲν, προεδρίας οὐδὲν ἐφρόντισαν: ἀλλὰ τὴν ὁμόνοιαν τῶν λαῶν προτιμήσαντες, μὴ καταλιπεῖν σφᾶς ἐδεήθησαν τῶν ἀπὸ τῆς Ἀρείου αἱρέσεως, μηδὲ διχονοίᾳ κατατέμνειν τὴν ἐκκλησίαν, ἣν παρὰ Θεοῦ καὶ ἀποστόλων μίαν παραδοθεῖσαν, φιλονεικίαι καὶ φιλοπροεδρίαι εἰς πολλὰς κατεμέρισαν.

Ταύτης δὲ τῆς σπουδῆς ἐγένετο καὶ Εὐλάλιος ὁ ἐν Ἀμασείᾳ τῇ πρὸς τῷ Πόντῳ ἐπίσκοπος: λέγεται γοῦν μετὰ

682
τὴν ἐπάνοδον εὑρεῖν ἕτερον προϊστάμενον τῆς αὐτοῦ ἐκκλησίας τῶν Ἀρείου ἐπισκόπων: εἶναι δὲ τοὺς πειθομένους αὐτῷ ἐν τῇ πόλει οὐδ̓ ὅλους πεντήκοντα: προνοούμενον δὲ τῆς πάντων ἑνώσεως, ἀντιβολῆσαι τοῦτον πρωτεύειν, καὶ κοινῇ τὴν ἐκκλησίαν ἰθύνειν, ἄθλον ἐπὶ τῇ ὁμονοίᾳ τὴν προεδρίαν ἔχοντα. Ἀλλ̓ ὁ μὲν μὴ πεισθεὶς, οὐκ εἰς μακρὰν ἔμελλεν οὐδὲ ὧν εἶχεν ὀλίγων ἡγήσεσθαι, προσθεμένων τοῖς ἄλλοις.

Περὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον καὶ Παυλῖνον τῶν Ἀντιοχείας ἐπισκόπων, καὶ περὶ τῶν γενομένων ὅρκων διὰ τὸν ἐπισκοπικὸν θρόνον.

Ἐν δὲ τῷ τότε καὶ Μελετίου κατὰ τοῦτον τὸν νόμον ἐπανελθόντος εἰς Ἀντιόχειαν τῆς Συρίας, δεινή τις τῷ λαῷ φιλονεικία συνέβη. Παυλίνου γὰρ ἔτι περιόντος, οὗ τὴν εὐλάβειαν, ὡς ἔγνωμεν, αἰδεσθεὶς Οὐάλης ὁ βασιλεὺς, καταδικάσαι φυγὴν οὐκ ἐτόλμησεν, οἱ μὲν, σύνθρονον αὐτοῦ γενέσθαι Μελέτιον

683