Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Διάκονοι δὲ παρὰ Ῥωμαίοις εἰσέτι νῦν οὐ πλείους εἰσὶν ἑπτὰ, καθ̓ ὁμοιότητα τῶν ὑπὸ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἦν Στέφανος ὁ πρῶτος μαρτυρήσας: παρὰ δὲ τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός.

Πάλιν αὖ ἑκάστου ἔτους ἅπαξ ἐν Ῥώμῃ τὸ Ἀλληλούϊα ψάλλουσι, κατὰ τὴν πρώτην ἡμέραν τῆς Πασχαλίου ἑορτῆς, ὡς πολλοῖς Ῥωμαίων ὅρκον εἶναι, τοῦτον τὸν ὕμνον ἀ ξιωθῆναι ἀκοῦσαί τε καὶ ψάλαι.

Οὔτε δὲ ὁ ἐπίσκοπος, οὔτε ἄλλος τις

743
ἐπ̓ ἐκκλησίας ἐνθάδε διδάσκει. Παρὰ δὲ Ἀλεξανδρεῦσι μόνος ὁ τῆς πόλεως ἐπίσκοπος. Φασὶ δὲ τοῦτο οὐ πρότερον εἰωθὸς ἐπιγενέσθαι, ἢ ἀφ̓ οὗ Ἄρειος πρεσβύτερος ὢν, περὶ τοῦ δόγματος διαλεγόμενος ἐνεωτέρισε.

Ξένον δὲ κἀκεῖνο παρὰ Ἀλεξανδρεῦσι τούτοις: ἀναγινωσκομένων γὰρ τῶν εὐαγγελίων, οὐκ ἐπανίσταται ὁ ἐπίσκοπος: ὃ παῤ ἄλλοις οὔτ̓ ἔγνων οὔτ̓ ἀκήκοα. Ταύτην δὲ τὴν ἱερὰν βίβλον ἀναγινώσκει ἐνθάδε μόνος ὁ ἀρχιδιάκονος: παρὰ δὲ ἄλλοις, διάκονοι: ἐν πολλαῖς δὲ ἐκκλησίαις, οἱ ἱερεῖς μόνοι: ἐν δὲ ἐπισήμοις ἡμέραις, ἐπίσκοποι, ὡς ἐν Κωνσταντινουπόλει κατὰ τὴν πρώτην ἡμέραν τῆς ἀναστασίμου ἑορτῆς.

Καὶ τὴν πρὸ ταύτης δὲ καλουμένην τεσσαρακοστὴν, ἐν ᾗ νηστεύει τὸ πλῆθος, οἱ μὲν εἰς ἓξ ἑβδομάδας ἡμερῶν λογίζονται, ὡς Ἰλλυριοὶ καὶ οἱ πρὸς δύσιν, Λιβύη τε πᾶσα καὶ Αἴγυπτος σὺν τοῖς Παλαιστινοῖς: οἱ δὲ, ἑπτὰ, ὡς ἐν Κωνσταντινουπόλει καὶ τοῖς πέριξ ἔθνεσι, μέχρι Φοινίκων:

744
ἄλλοι δὲ, τρεῖς σποράδην ἐν ταῖς ἓξ ἢ ἑπτὰ νηστεύουσιν: οἱ δὲ, ἅμα τρεῖς πρὸ τῆς ἑορτῆς συνάπτουσιν:

οἱ δὲ, δύο, ὡς οἱ τὰ Μοντανοῦ φρονοῦντες. Οὐ μὴν ἀλλὰ καὶ τοῦ ἐκκλησιάζειν οὐχ ὁ αὐτὸς παρὰ πᾶσι καιρὸς ἢ τρόπος. Ἀμέλει οἱ μὲν καὶ τῷ Σαββάτῳ ὁμοίως τῇ μιᾷ σαββάτου ἐκκλησιάζουσιν, ὡς ἐν Κωνσταντινουπόλει, καὶ σχεδὸν πανταχοῦ: ἐν Ῥώμῃ δὲ καὶ Ἀλεξανδρείᾳ, οὐκέτι: παρὰ δὲ Αἰγυπτίοις ἐν πολλαῖς πόλεσι καὶ κώμαις, παρὰ τὸ κοινῇ πᾶσι νενομισμένον, πρὸς ἑσπέραν τῷ Σαββάτῳ συνιόντες, ἠριστηκότες ἤδη, μυστηρίων μετέχουσι.

Καὶ εὐχαῖς δὲ καὶ ψαλμῳδίαις ταῖς αὐταῖς ἢ ἀναγνώσμασι, κατὰ τὸν αὐτὸν καιρὸν, οὐ πάντας κεχρημένους εὑρεῖν ἐστίν. Οὕτω γοῦν τὴν καλουμένην Ἀποκάλυψιν Πέτρου, ὡς νόθον παντελῶς πρὸς τῶν ἀρχαίων δοκιμασθεῖσαν, ἔν τισιν ἐκκλησίαις τῆς Παλαιστίνης εἰσέτι νῦν ἅπαξ ἑκάστου ἔτους ἀναγινωσκομένην ἔγνωμεν, ἐν τῇ ἡμέρᾳ παρασκευῆς, ἣν εὐλαβῶς

745
ἄγαν ὁ λαὸς νηστεύει ἐπὶ ἀναμνήσει τοῦ σωτηρίου πάθους.

Τὴν δὲ νῦν ὡς Ἀποκάλυψιν Παύλου τοῦ ἀποστόλου φερομένην, ἣν οὐδεὶς ἀρχαίων εἶδε, πλεῖστοι μοναχῶν ἐπαινοῦσιν. Ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἰσχυρίζονταί τινες ταύτην ηὑρῆσθαι τὴν βίβλον. Λέγουσι γὰρ ἐκ θείας ἐπιφανείας ἐν Ταρσῷ τῆς Κιλικίας κατὰ τὴν οἰκίαν Παύλου, μαρμαρίνην λάρνακα ὑπὸ γῆν εὑρεθῆναι, καὶ ἐν αὐτῇ τὴν βίβλον εἶναι.