Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὡς ἐν καιρῷ λελέξεται. Ἐμοὶ δὲ θαυμάζειν ἔπεισι τοῦδε τοῦ ἀνδρὸς, καὶ τῶν ἑπομένων αὐτῷ, ὅτι τάδε ἐνεωτέρισαν: Ἑβραίων τῶν πάλαι, ὡς ἱστορεῖ Εὐσέβιος, ὑπὸ μάρτυσί τε Φίλωνι καὶ Ἰωσήπῳ καὶ Ἀριστοβούλῳ καὶ ἑτέροις πλείστοις, μετὰ ἐαρινὴν ἰσημερίαν τὰ διαβατήρια θυόντων, ἡλίου τὸ πρῶτον δωδεκατημόριον τμῆμα ὁδεύοντος, ὃ κριὸν Ἕλληνες ὀνομάζουσιν: ἐν διαμέτρῳ δὲ τῆς σελήνης τεσσαρεσκαιδεκαταίας τὴν πορείαν ποιουμένης.

Ἐπεὶ καὶ αὐτοὶ Ναυατιανοὶ οἷς ἀκριβείας μέλει ἰσχυρίζονται,

738
ὡς οὔτε αὐτοῖς, οὔτε τῷ ἀρχηγῷ τῆς αἱρέσεως, τοῦτο πρότερον ἦν ἔθος: ἀλλ̓ ὑπὸ τῶν ἐν Παζουκώμῃ συνεληλυθότων ἐνεωτερίσθη: εἰσέτι τε καὶ νῦν ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ὁμοδόξους αὐτοῖς σὺν τοῖς ἄλλοις Ῥωμαίοις ἑορτάζειν: οὓς οὔποτε ἄλλως ἑορτάσαι ὁ παρελθὼν χρόνος ἤλεγξε, Πέτρου καὶ Παύλου τῶν ἀποστόλων τῇ παραδόσει χρωμένους.

Προσέτι δὲ καὶ Σαμαρεῖται, οἳ τοῦ Μωσέως νόμου τὰ μάλιστα ζηλωταὶ τυγχάνουσι, πρὶν τὸν νέον τελεσφορεῖσθαι καρπὸν, οὐκ ἀνέχονται ταύτην ἐπιτελεῖν τὴν ἑορτήν: νέων γὰρ, φασὶν, αὐτὴν ἑορτὴν ὁ νόμος καλεῖ: μή ποτε τούτων φανέντων, ἑορτάζειν οὐ θέμις:

ὡς ἐξ ἀνάγκης φθάνειν τὴν ἐν τῷ ἦρι ἰσημερίαν. Τοὺς μὲν Ἰουδαίους περὶ τοῦτο μιμουμένους, θαυμαστὸν ὅτι μὴ τὴν παῤ αὐτοῖς ἀρχαιότητα μᾶλλον ἐπῄνεσαν. Ὡς ἔοικε δὲ, πλὴν τούτων

739
καὶ τῶν ἐπὶ τῆς Ἀσίας καλουμένων τεσσαρεσκαιδεκατιτῶν, ὁμοίως Ῥωμαίοις καὶ Αἰγυπτίοις καὶ οἱ ἀπὸ τῶν ἄλλων αἱρέσεων ταύτην τὴν ἑορτὴν ἄγουσιν: ἀλλ̓ οἱ μὲν, ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκαταίᾳ σὺν τοῖς Ἰουδαίοις ἑορτάζουσιν: ὅθεν ὧδε ὀνομάζονται.

Οἱ δὲ Ναυατιανοὶ, τὴν ἀναστάσιμον ἡμέραν ἐπιτελοῦσιν: Ἰουδαίοις δὲ καὶ οὗτοι ἕπονται, καὶ εἰς ταυτὸ τοῖς τεσσαρεσκαιδεκατίταις καταστρέφουσι: πλὴν εἰ μὴ τύχοι τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης ἡ πρώτη τοῦ σαββάτου ἡμέρα συμπεσοῦσα, κατόπιν γίνονται τῶν Ἰουδαίων, ὅσαις ἂν ἡμέραις συμβαίη τὴν ἐρχομένην Κυριακὴν ὑστερίζειν τῆς τεσσαρεσκαιδεκαταίας τῆς σελήνης.