Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐκ εἰς μακρὰν δὲ ταύτης τῆς ζητήσεως Εὐνομίου τελευτήσαντος, οὐ προσίετο τὸν Εὐτύχιον ὁ προεστὼς τῆς ἐν Κωνσταντινουπολει αἱρέσεως,

732
ὑπὸ ζηλοτυπίας ἀπεχθανόμενος, ὅτι μηδὲ κληρικοῦ ὄντος ἐναντίος εἶναι σπουδάζων τοῖς αὐτοῦ λόγοις, οὐχ οἷός τε ἦν διαλύειν τὸ πρόβλημα. Ἐντεῦθέν τε μετὰ τῶν ὁμοίως αὐτῷ φρονούντων, εἰς ἰδίαν αἵρεσιν ἐχωρίσθη Εὐτύχιος.

Τῆς μέντοι περὶ τὴν θείαν βάπτισιν διαφορᾶς αὐτόν τε καὶ Θεοφρόνιον ὁ πολὺς λόγος ἐπαιτιᾶται. Τάδε ἐξ ὧν ἐπυθόμην ἔγραψα, πρὸς σύντομον εἴδησιν τῶν αἰτιῶν, ἀφ̓ ὧν Εὐνομιανοὶ διῃρέθησαν. Ἐπεξελθεῖν δὲ πάντας τοὺς διὰ τοῦτο κινηθέντας λόγους, μακρὸν ἂν εἴη: κᾀμοὶ δὲ οὐ ῥᾴδιον, ἐπεὶ μηδὲ ἐμπείρως ἔχω τῶν τοιούτων διαλέξεων.

Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ τοῖς ἐν Κωνσταντινουπόλει Ἀρειανοῖς ἀνεφύη ζήτησις, εἰ πρὶν εἶναι τὸν Υἱὸν, ὡς ἐξ οὐκ ὄντων παῤ αὐτοῖς ὁμολογούμενον, δύναιτο καλεῖσθαι Πατὴρ ὁ Θεός. Καὶ Δωρόθεος μὲν, ὃς ἀντὶ Μαρίνου μετακληθεὶς ἐκ τῆς Ἀντιοχείας προΐστατο ταύτης τῆς αἱρέσεως, ὡς πρός τι τοῦ ὀνόματος ὄντος, πρὶν τὸν Υἱὸν ὑποστῆναι μὴ καλεῖσθαι Πατέρα τὸν Θεὸν ἀπεφῄνατο.

Μαρῖνος δὲ τοὐναντίον ἰσχυρίζετο, καὶ μὴ

733
ὑφεστῶτος τοῦ Ὑ??ʼοῦ Πατέρα ἀεὶ εἶναι τὸν Πατέρα ἐδόξαζεν: ἢ οὕτως ἔχων γνώμης, ἢ καθὸ Δωροθέῳ διάφορος ἦν, προκριθέντι προεστάναι τῆς αὐτῶν ἐκκλησίας. Ἐκ ταύτης δὲ τῆς αἰτίας εἰς ἑκάτερον διεκρίθη τὸ πλῆθος.

Δωροθέου δὲ σὺν τοῖς αὐτῷ πειθομένοις ἐφ̓ ὧν κατεῖχεν εὐκτηρίων οἴκων μείναντος, ἑτέρους οἰκοδομήσαντες οἱ ἀμφὶ Μαρῖνον ἰδίᾳ ἐκκλησίαζον. Ἐπωνομάζοντο δὲ Ψαθυριανοὶ ἤτοι τῶν Γότθων: τὸ μὲν ὅτι Θεόκτιστός τις Ψαθυροπώλης, Ποπάνου δὲ τοῦτο τὸ εἶδος, προθύμως ταύτῃ τῇ δόξῃ συνίστατο: Γότθων δὲ, καθότι καὶ Σελίνας ὁ τούτων ἐπίσκοπος ὁμοίως ἐδόξαζεν.

Ἐπακολουθήσαντες δὲ τούτῳ σχεδὸν πάντες βάρβαροι σὺν αὐτοῖς ἐκκλησίαζον. Πειθήνιοι γὰρ ἐς τὰ μάλιστα τῷ Σελίνῳ ἐτύγχανον, ὑπογραφεῖ τε γενομένῳ καὶ διαδόχῳ Οὐλφίλα τοῦ παῤ αὐτοῖς ἐπισκοπήσαντος, καὶ ἐπὶ ἐκκλησίας ἱκανῷ διδάσκειν, οὐ μόνον κατὰ τὴν πάτριον

734
αὐτῶν φωνὴν, ἀλλὰ γὰρ καὶ τὴν Ἑλλήνων.

Οὐ πολλῷ δὲ ὕστερον διαφορᾶς περὶ προεδρίας γενομένης Μαρίνῳ πρὸς Ἀγάπιον, ὃν ἐπίσκοπον τῶν ἐν Ἐφέσῳ ὁμοδόξων ἐχειροτόνησε, διακριθέντες ἀλλήλων μονονουχὶ πρὸς σφᾶς ἐπολέμουν, ἐπαμυνόντων Ἀγαπίῳ τῶν Γότθων Ἐκ ταύτης δὲ τῆς αἰτίας λέγεται πολλοὺς τῶν ἐνθάδε κληρικῶν, μεμφομένους τὴν τῶν ἡγουμένων φιλοτιμίαν, τῇ καθόλου ἐκκλησίᾳ κοινωνῆσαι.

Ὧδε μὲν Ἀρειανοὶ τὴν ἀρχὴν ἐχωρίσθησαν, καὶ εἰσέτι νῦν ἐν αἷς εἰσὶ πόλεσιν ἰδίᾳ ἐκκλησιάζουσι: τοὺς δὲ ἐν Κωνσταντινουπόλει, ἐπὶ τριάκοντα καὶ πέντε ἔτεσι διενεχθέντας πρὸς σφᾶς, εἰς ὁμόνοιαν ὕστερον συνῆψεν ὁμόδοξος ὢν αὐτοῖς Πλινθᾶς, ἀνὴρ ὑπατικὸς, ἵππου τε καὶ πεζῆς στρατιᾶς ἡγεμὼν, δυνατώτατος τότε ἐν τοῖς βασιλείοις γεγονώς. Καὶ εἰς ταυτὸν συνελθόντες, ἐψηφίσαντο μή ποτε ταύτην τὴν ζήτησιν εἰς διάλεξιν ἄγειν. Καὶ τὰ μὲν ὕστερον ὧδε ἀπέβη.

735