Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπακολουθήσαντες δὲ τούτῳ σχεδὸν πάντες βάρβαροι σὺν αὐτοῖς ἐκκλησίαζον. Πειθήνιοι γὰρ ἐς τὰ μάλιστα τῷ Σελίνῳ ἐτύγχανον, ὑπογραφεῖ τε γενομένῳ καὶ διαδόχῳ Οὐλφίλα τοῦ παῤ αὐτοῖς ἐπισκοπήσαντος, καὶ ἐπὶ ἐκκλησίας ἱκανῷ διδάσκειν, οὐ μόνον κατὰ τὴν πάτριον

734
αὐτῶν φωνὴν, ἀλλὰ γὰρ καὶ τὴν Ἑλλήνων.

Οὐ πολλῷ δὲ ὕστερον διαφορᾶς περὶ προεδρίας γενομένης Μαρίνῳ πρὸς Ἀγάπιον, ὃν ἐπίσκοπον τῶν ἐν Ἐφέσῳ ὁμοδόξων ἐχειροτόνησε, διακριθέντες ἀλλήλων μονονουχὶ πρὸς σφᾶς ἐπολέμουν, ἐπαμυνόντων Ἀγαπίῳ τῶν Γότθων Ἐκ ταύτης δὲ τῆς αἰτίας λέγεται πολλοὺς τῶν ἐνθάδε κληρικῶν, μεμφομένους τὴν τῶν ἡγουμένων φιλοτιμίαν, τῇ καθόλου ἐκκλησίᾳ κοινωνῆσαι.

Ὧδε μὲν Ἀρειανοὶ τὴν ἀρχὴν ἐχωρίσθησαν, καὶ εἰσέτι νῦν ἐν αἷς εἰσὶ πόλεσιν ἰδίᾳ ἐκκλησιάζουσι: τοὺς δὲ ἐν Κωνσταντινουπόλει, ἐπὶ τριάκοντα καὶ πέντε ἔτεσι διενεχθέντας πρὸς σφᾶς, εἰς ὁμόνοιαν ὕστερον συνῆψεν ὁμόδοξος ὢν αὐτοῖς Πλινθᾶς, ἀνὴρ ὑπατικὸς, ἵππου τε καὶ πεζῆς στρατιᾶς ἡγεμὼν, δυνατώτατος τότε ἐν τοῖς βασιλείοις γεγονώς. Καὶ εἰς ταυτὸν συνελθόντες, ἐψηφίσαντο μή ποτε ταύτην τὴν ζήτησιν εἰς διάλεξιν ἄγειν. Καὶ τὰ μὲν ὕστερον ὧδε ἀπέβη.

735

Ὅτι καὶ Ναυατιανοὶ ἑτέραν αἵρεσιν τῶν Σαββατιανῶν συνεστήσαντο: καὶ περὶ τῆς ἐν Σαγγάρῳ συνόδου: καὶ περὶ τῆς ἑορτῆς τοῦ Πάσχα διεξοδικώτερον διήγησις.

Ἐπὶ δὲ τῆς παρούσης ἡγεμονίας καὶ Ναυατιανοὶ πρὸς σφᾶς διενεχθέντες περὶ τῆς Πασχαλίας ἑορτῆς, ἑτέραν αἵρεσιν τῶν καλουμένων Σαββατιανῶν συνεστήσαντο. Σαββάτιος γὰρ πρεσβύτερος ὑπὸ Μαρκιανοῦ χειροτονηθεὶς, ἅμα Θεοκτίστῳ καὶ Μακαρίῳ τοῖς συμπρεσβυτέροις ἑπόμενος τοῖς ἐν Παζουκώμῃ συνεληλυθόσιν ἐπὶ τῆς Οὐάλεντος βασιλείας, ἠξίουν ἅμα τοῖς Ἰουδαίοις τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελεῖν.

Ἀποστὰς δὲ τῆς ἐκκλησίας, τὰ μὲν πρῶτα, πῆ μὲν ἀσκήσεως ἕνεκα, ἄριστα γὰρ ἐβίου, πῆ δέ τινας ὑπονοεῖν ἀναξίους κοινωνίας μυστηρίων, ἐσκήπτετο. Ὡς δὲ ἐγεγόνει δῆλος νεωτερίζων, ἐμέμφετο μὲν Μαρκιανὸς τὴν ἐπ̓ αὐτῷ χειροτονίαν: ἄμεινόν τε ἦν ἐπὶ ἀκάνθας ἐπιτεθῆναι τὰς χεῖρας ἢ ἐπ̓ αὐτὸν, πολλάκις,

736

φησὶν, ἀνεβόα. Διατεμνομένην δὲ αὐτῷ τὴν ἐκκλησίαν εἰς ἕτερον πλῆθος ὁρῶν, συνεκάλεσεν ὁμοδόξους ἐπισκόπους εἰς Σάγγαρον: χωρίον δὲ τοῦτο Βιθυνίας, οὐκ ἀπὸ πολλοῦ Ἑλενουπόλεως ἐπὶ τῆς θαλάσσης κείμενον: