Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ δόγμα καθ̓ ὃ θρησκεύειν δεῖ, σύμφωνον. Καθ̓ ἑαυτὸν δὲ Νεκτάριος ἐν φροντίσι γενόμενος, ὡς ὁμόφρονι περὶ τὴν πίστιν, δήλην ἐποίησε τὴν βασιλέως γνώμην Ἀγελίῳ, τῷ προϊσταμένῳ τῆς Ναυατιανῶν ἐκκλησίας.

Ὁ δὲ, τὴν ἀρετὴν τοῦ βίου διὰ τῶν ἔργων φέρων, κομψότητος δὲ καὶ τερθρείας λόγων ἀτριβὴς, προεβάλετο ἀντ̓ αὐτοῦ τὸ πρακτέον ἰδεῖν, διαλεχθῆναί τε εἰ δεήσειεν, ἄνδρα τῶν ὑπ̓ αὐτὸν ἀναγνωστῶν τότε,

708
Σισίνιον ὀνόματι, ὃς καὶ ὕστερον ἐπετράπη τὴν αὐτὴν ἐπισκοπήν: ἱκανὸν νοῆσαί τε καὶ φράσαι, καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν βίβλων ἀκριβῶς ἐπιστάμενον: καὶ πολυμαθῆ τῶν ἱστορημένων ὑπὸ τῶν παῤ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ φιλοσοφησάντων.

Ὃς δὴ καὶ τότε δόξας ἄριστα λέγειν, συνεβούλευσεν ἀποφυγεῖν τὰς πρὸς τοὺς ἑτεροδόξους διαλέξεις, ὡς ἔριδος καὶ μάχης αἰτίους: πυνθάνεσθαι δὲ αὐτῶν, εἰ προσίενται τοὺς πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας καθηγητὰς καὶ διδασκάλους τῶν ἱερῶν λόγων γενομένους:

Εἰ μὲν γὰρ τούτων, ἔφη, τὰς μαρτυρίας ἀποβάλωσιν, ὑπὸ τῶν οἰκείων ἐξελαθήσονται: εἰ δὲ ἱκανοὺς εἰς ἀπόδειξιν τῶν ἀμφιβόλων ἡγήσονται, προΐσχεσθαι δεῖ τὰς αὐτῶν βίβλους. Εὖ γὰρ ᾔδει, ὡς οἱ παλαιοὶ συναΐδιον τῷ Πατρὶ τὸν Υἱὸν εὑρόντες,

οὐκ ἐτόλμησαν εἰπεῖν ἔκ τινος ἀρχῆς τὴν γένεσιν αὐτὸν ἔχειν. Ἐπεὶ δὲ τάδε καλῶς ἔχειν καὶ Νεκταρίῳ συνεδόκει, μαθὼν δὲ καὶ βασιλεὺς ἐπῄνεσε τὴν βουλὴν, ἀπεπειρᾶτο τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων, ὅπως ἔχουσι γνώμης περὶ τὰς τῶν

709
παλαιοτέρων ἐξηγήσεις. Τῶν δὲ μάλα θαυμασάντων, ἀναφανδὸν ἐδήλωσεν, εἰ ἐπὶ τοῖς εἰρημένοις αὐτοῖς καταπαύσουσι τὰς ζητήσεις, καὶ ἀξιοχρέους ἡγοῦνται μάρτυρας τοῦ δόγματος.

Διχονοίας δὲ καὶ περὶ τοῦτο συμβάσης τοῖς προεστῶσι τῶν αἱρέσεων: οὐ ταυτὰ γὰρ ἕκαστοι περὶ τὰς τῶν ἀρχαιοτέρων ἐφρόνουν βίβλους: ἔγνω ὁ βασιλεὺς, ὡς διαλέξεσι μόναις οἰκείων λόγων πεποιθότες παρῃτοῦντὁ τὴν πρότασιν: καὶ τῆς γνώμης αὐτοὺς μεμψάμενος, ἐκέλευσεν ἑκάστην αἵρεσιν γραφὴν αὐτῷ διδόναι τοῦ οἰκείου δόγματος.

Ἐπεὶ δὲ ἡμέρα παρῆν, καθ̓ ἣν ὥριστο τοῦτο ποιεῖν, συνῆλθον εἰς τὰ βασίλεια, ὑπὲρ μὲν τῶν ὁμοούσιον Τριάδα δοξαζόντων, Νεκτάριος καὶ Ἀγέλιος: ὑπὲρ δὲ τῆς Ἀρείου αἱρέσεως, Δημόφιλος ταύτης προεστώς: τῆς δὲ Εὐνομίου, αὐτὸς Εὐνόμιος: Ἐλεύσιος δὲ ὁ Κυζίκου ἐπίσκοπος, ὑπὲρ τῶν καλουμένων Μακεδονιανῶν. Δεξάμενος δὲ τὴν ἑκάστου γραφὴν, μόνην τὴν ὁμοούσιον Τριάδα εἰσηγουμένην ἐπῄνεσε: τὰς δὲ ἄλλας, ὡς ἐναντίας διέρρηξε.