Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λογισάμενοι δὲ ὡς εἰκὸς, Εὐδόξιον τῆς οἰκείας μερίδος ποιῆσαι τὰ βασίλεια, καὶ διαβαλεῖν αὐτοὺς, ἔγνωσαν φθάσαι, καὶ τὰ πεπραγμένα ἐν Λαμψάκῳ μηνύσαι. Ὃ δὴ καὶ ἐποίουν, ἐπανιόντι Οὐάλεντι τῷ βασιλεῖ ἐκ Θρᾴκης ἐν Ἡρακλείᾳ περιτυχόντες: ἀποδημοῦντι γὰρ τῷ ἀδελφῷ εἰς τὴν πρεσβυτέραν Ῥώμην,

μέχρι τινὸς συνῆλθεν. Εὐδοξίῳ δὲ τὰ πρὸς βασιλέα καὶ τοὺς

552
ἀμφ̓ αὐτὸν ἤδη κατὰ γνώμην διῳκεῖτο. Προσελθοῦσιν οὖν τοῖς ἐκ Λαμψάκου πρεσβευταῖς παρεκελεύσατο μὴ διαφέρεσθαι πρὸς Εὐδόξιον. Ἐπεὶ δὲ ἀντεῖπον, καὶ τὴν ἐν Κωνσταντινουπόλει γενομένην ἀπάτην, καὶ τὰ βεβουλευμένα κατὰ τῶν ἐν Σελευκείᾳ δεδογμένων Εὐδοξίῳ ἐμέμφοντο, κινηθεὶς πρὸς ὀργὴν, τοὺς μὲν ὑπερορίαν οἰκεῖν προσέταξε: τὰς δὲ ἐκκλησίας παραδίδοσθαι τοῖς ἀμφὶ τὸν Εὐδόξιον.

Ἐν τούτῳ δὲ τὴν Συρίαν κατέλαβεν. Ὑφωρᾶτο γὰρ, μὴ πῶς οἱ Πέρσαι τὰς ἐπὶ Ἰοβιανοῦ γενομένας τριακονταετεῖς σπονδὰς λύσωσι. Τῶν δὲ μηδὲν νεωτεριζόντων, ἐν Ἀντιοχείᾳ διέτριβεν: ἡνίκα δὴ Μελετίου μὲν τοῦ ἐπισκόπου ὑπερορίαν φυγὴν κατεδίκασε: Παυλίνον δὲ τὸν βίον αἰδεσθεὶς, ἐφείσατο: τοὺς δὲ Εὐζωΐῳ μὴ κοινωνοῦντας τῶν ἐκκλησιῶν ἀπήλαυνεν, εἰς χρήματά τε ἐζημίου καὶ ᾐκίζετο καὶ ἄλλως ἐπέτριβε.

553

Περὶ τῆς ἀποστασίας Προκοπίου, καὶ παραδόξου τελευτῆς: ἔτι δὲ καὶ περὶ Ἐλευσίου τοῦ Κυζίκου, καὶ Εὐνομίου τοῦ αἱρετικοῦ: καὶ ὅπως τὸν Ἐλεύσιον διεδέξατο.

Γέγονε δ̓ ἂν τότε, ὡς συμβαλεῖν ἐστὶ, καὶ τούτων δεινότερα, εἰ μὴ ὁ κατὰ Προκόπιον ἐπέλαβε πόλεμος. Τυραννήσας γὰρ ἐν Κωνσταντινουπόλει, καὶ πολλὴν ἐν βραχεῖ χρόνῳ στρατιὰν ἀθροίσας,

ἠπείγετο κατὰ Οὐάλεντος. Ὁ δὲ, ἐκ τῆς Συρίας ἐλάσας, συμβάλλει αὐτῷ περὶ Νακόλειαν τῆς Φρυγίας πόλιν: προδοσίᾳ τε Ἀγέλωνος καὶ Γωμαρίου τῶν αὐτοῦ στρατηγῶν, ζωγρήσας, αὐτόν τε καὶ τοὺς προδότας ἐλεεινῶς ἀνεῖλε.

Τοὺς μὲν γὰρ λέγεται, καίπερ εὐνοεῖν αὐτοῖς ὀμόσας, πρίοσι διχῆ διελεῖν. Προκοπίου δὲ δύο δένδροις οὐκ ἀπὸ πολλοῦ διεστῶσι κατακαμφθεῖσι πρὸς γῆν, ἑκάτερον ἑκατέρῳ φυτῷ προσῆψε σκέλος, καὶ ἀφῆκεν ἀνεγείρεσθαι: τὰ δὲ, πρὸς τὴν συνήθη στάσιν

554

ἀνορθωθέντα, διέσπασε τὸν ἄνθρωπον. Ἐπεὶ δὲ τέλος ἔσχεν ὁ πόλεμος, ἧκεν εἰς Νίκαιαν: ἐν ἡσυχίᾳ τε γεγονὼς, αὖθις ἐτάραττε τοὺς οὐχ ὁμοίως αὐτῷ περὶ τὸ θεῖον δοξάζοντας. Ὑπερφυῶς δὲ ἐχαλέπαινε κατὰ τῶν ἐν Λαμψάκῳ συνελθόντων, καθότι καὶ τοὺς τὰ Ἀρείου φρονοῦντας ἐπισκόπους, καὶ τὴν ἐν Ἀριμίνῳ περὶ τῆς πίστεως ἐκτεθεῖσαν γραφὴν ἀπεκήρυξαν.