Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τοιαῦτα λέγων ἐπώμνυτο, μήτε Λουκίου χειροτονοῦντος ὑποδέχεσθαι τὴν ἱερωσύνην, παραιτησάμενοι Λούκιον οἱ Ῥωμαίων ἄρχοντες, ἄγουσι Μωσῆν

671
πρὸς τοὺς ἐν φυγῇ ὄντας ἐπισκόπους. Παῤ ὧν χειροτονηθεὶς, ὡς τοὺς Σαρακηνοὺς ἦλθε: καὶ διαλλάξας αὐτοὺς Ῥωμαίοις, αὐτόθι διῆγεν ἱερεωμένος, καὶ πολλοὺς χριστιανίσαι παρεσκεύασε,

κομιδῆ ὀλίγους εὑρὼν τοῦ δόγματος μετασχόντας. Τουτὶ γὰρ τὸ φῦλον ἀπὸ Ἰσμαὴλ τοῦ Ἀβραὰμ παιδὸς τὴν ἀρχὴν λαβὸν καὶ τὴν προσηγορίαν εἶχε, καὶ Ἰσμαηλίτας αὐτοὺς οἱ ἀρχαῖοι ἀπὸ τοῦ προπάτορος ὠνόμασαν. Ἀποτριβόμενοι δὲ τοῦ νόθου τὸν ἔλεγχον, καὶ τῆς Ἄγαρ τῆς Ἰσμαὴλ μητρὸς τὴν δυσγένειαν, δούλη γὰρ ἦν, Σαρακηνοὺς σφᾶς ὠνόμασαν, ὡς ἀπὸ Σάρρας τῆς Ἀβραὰμ γαμετῆς καταγομένους.

Τοιοῦτον δὲ τὸ γένος ἕλκοντες, ἅπαντες μὲν ὁμοίως Ἑβραίοις περιτέμνονται, καὶ ὑείων κρεῶν ἀπέχονται, καὶ ἄλλα πολλὰ τῶν παῤ αὐτοῖς ἐθῶν φυλάττουσι. Τὸ δὲ μὴ πάντα ἐπίσης αὐτοῖς πολιτεύεσθαι, χρόνῳ λογιστέον, ἢ ταῖς ἐπιμιξίαις τῶν πέριξ ἐθνῶν. Μωσῆς τε γὰρ πολλοῖς ὕστερον χρόνοις γενόμενος, μόνοις τοῖς ἐξ

672

Αἰγύπτου ἐξελθοῦσιν ἐνομοθέτησε. Καὶ οἱ προσοικοῦντες αὐτοῖς ὡς ἄγαν δεισιδαίμονες ὄντες, ὡς εἰκὸς διέφθειραν τὴν Ἰσμαὴλ πατρῴαν ἀγωγὴν, καθ̓ ἣν μόνην ἐπολιτεύοντο οἱ πάλαι Ἑβραῖοι πρὸ τῆς τοῦ Μωσέως νομοθεσίας, ἀγράφοις ἔθεσι κεχρημένοι. Ἀμέλει τὰ αὐτὰ δαιμόνια τοῖς ὁμόροις ἔσεβον, καὶ παραπλησίως αὐτὰ τιμῶντες καὶ ὀνομάζοντες, ἐν τῇ πρὸς τοὺς πέλας ὁμοιότητι τῆς θρησκείας, τὸ αἴτιον ἐδείκνυον τῆς παραποιήσεως τῶν πατρίων νόμων.