Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τοιοῦτον δὲ τὸ γένος ἕλκοντες, ἅπαντες μὲν ὁμοίως Ἑβραίοις περιτέμνονται, καὶ ὑείων κρεῶν ἀπέχονται, καὶ ἄλλα πολλὰ τῶν παῤ αὐτοῖς ἐθῶν φυλάττουσι. Τὸ δὲ μὴ πάντα ἐπίσης αὐτοῖς πολιτεύεσθαι, χρόνῳ λογιστέον, ἢ ταῖς ἐπιμιξίαις τῶν πέριξ ἐθνῶν. Μωσῆς τε γὰρ πολλοῖς ὕστερον χρόνοις γενόμενος, μόνοις τοῖς ἐξ

672

Αἰγύπτου ἐξελθοῦσιν ἐνομοθέτησε. Καὶ οἱ προσοικοῦντες αὐτοῖς ὡς ἄγαν δεισιδαίμονες ὄντες, ὡς εἰκὸς διέφθειραν τὴν Ἰσμαὴλ πατρῴαν ἀγωγὴν, καθ̓ ἣν μόνην ἐπολιτεύοντο οἱ πάλαι Ἑβραῖοι πρὸ τῆς τοῦ Μωσέως νομοθεσίας, ἀγράφοις ἔθεσι κεχρημένοι. Ἀμέλει τὰ αὐτὰ δαιμόνια τοῖς ὁμόροις ἔσεβον, καὶ παραπλησίως αὐτὰ τιμῶντες καὶ ὀνομάζοντες, ἐν τῇ πρὸς τοὺς πέλας ὁμοιότητι τῆς θρησκείας, τὸ αἴτιον ἐδείκνυον τῆς παραποιήσεως τῶν πατρίων νόμων.

Οἷα δὲ φιλεῖ, χρόνος πολὺς ἐπιγενόμενος τὰ μὲν λήθῃ παρέδωκε: τὰ δὲ πρεσβεύεσθαι παῤ αὐτοῖς ἐποίησε. Μετὰ δὲ ταῦτά τινες αὐτῶν συγγενόμενοι Ἰουδαίοις, ἔμαθον ἀφ̓ ὧν ἐγένοντο: καὶ ἐπὶ τὸ συγγενὲς ἐπανῆλθον, καὶ τοῖς Ἑβραίοις ἔθεσι καὶ νόμοις προσέθεντο. Ἐξ ἐκείνου τε πολλοὶ παῤ αὐτοῖς εἰσέτι καὶ νῦν Ἰουδαϊκῶς ζῶσιν.

Οὐ πρὸ πολλοῦ δὲ τῆς παρούσης βασιλείας, καὶ χριστιανίζειν ἤρξαντο. Μετέσχον δὲ τῆς ἐν Χριστῷ πίστεως, ταῖς συνουσίαις

673
τῶν προσοικούντων αὐτοῖς ἱερέων καὶ μοναχῶν, οἳ ἐν ταῖς πέλας ἐρημίαις ἐφιλοσόφουν, εὖ βιοῦντες καὶ θαυματουργοῦντες. Λέγεται δὲ τότε καὶ φυλὴν ὅλην εἰς Χριστιανισμὸν μεταβαλεῖν,

Ζοκόμου τοῦ ταύτης φυλάρχου ἐξ αἰτίας τοιάσδε βαπτισθέντος. Ἄπαις ὢν, κατὰ κλέος ἀνδρὸς μοναχοῦ ἦλθεν αὐτῷ συντευξόμενος, καὶ τὴν συμφορὰν ἀπωδύρετο: περὶ πολλοῦ γάρ ἐστι παιδοποιΐα Σαρακηνοῖς, οἶμαι δὲ καὶ πᾶσι βαρβάροις: ὁ δὲ, θαρρεῖν παρακελευσάμενος, ηὔξατο, καὶ ἀπέπεμψεν, ἕξειν αὐτὸν υἱὸν ὑποσχόμενος, εἰ πιστεύσειεν εἰς Χριστόν. Ἐπεὶ δὲ Θεὸς ἔργῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσε, καὶ ἐτέχθη αὐτῷ παῖς, αὐτός τε Ζόκομος ἐμυήθη,