Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον, τελευτήσαντος

668
τοῦ Σαρακηνῶν βασιλέως: αἱ πρὸς τοὺς Ῥωμαίους σπονδαὶ ἐλύθησαν. Μανία δὲ ἡ τούτου γαμετὴ, τὴν ἡγεμονίαν τοῦ ἔθνους ἐπιτροπεύουσα, ἐδῄου τὰς Φοινίκων καὶ Παλαιστινῶν πόλεις, μέχρι καὶ Αἰγυπτίων,

ἐξ εὐωνύμων ἀναπλέοντι τὸν Νεῖλον, τὸ Ἀράβιον καλούμενον κλίμα οἰκούντων. Ἦν δὲ οὐχ οἷος νομίζεσθαι ῥᾴδιος ὁ πόλεμος, ὡς παρὰ γυναικὸς παρασκευαζόμενος. Καρτερὰν γὰρ καὶ δυσκαταγώνιστον φασὶ γενέσθαι Ῥωμαίοις ταύτην τὴν μάχην: ὡς καὶ τὸν ἡγεμόνα τῶν ἐν Φοινίκῃ στρατιωτῶν, εἰς συμμαχίαν ἐπικαλέσασθαι τὸν στρατηγὸν πάσης τῆς ἀνὰ τὴν ἕω ἱππικῆς τε καὶ πεζῆς στρατιᾶς. Τὸν δὲ, γελάσαι μὲν τὴν κλῆσιν, καὶ ἀπόμαχον ποιῆσαι τὸν καλέσαντα.

Παραταξάμενον δὲ πρὸς Μανίαν ἀντιστρατηγοῦσαν, τραπῆναι, καὶ μόλις διασωθῆναι παρὰ τοῦ ἡγεμόνος τῶν Παλαιστινῶν καὶ Φοινίκων στρατιωτῶν. Ὡς γὰρ εἶδεν αὐτὸν κινδυνεύοντα, μένειν ἐκτὸς τῆς μάχης κατὰ τὴν αὐτοῦ πρόσταξιν εὔηθες ἐνόμισε: προσδραμών τε ὑπήντησε τοῖς βαρβάροις,

669

καὶ τῷ μὲν καιρὸν ἔδωκεν ἀσφαλεστέρας φυγῆς. Αὐτὸς δὲ ὑπαναχωρῶν, ἐν τῷ φεύγειν ἐτόξευε, καὶ τοὺς πολεμίους ἐπικειμένους ἀπεκρούετο τοῖς τοξεύμασι. Ταῦτα δὲ πολλοὶ τῶν τῇδε προσοικούντων, εἰσέτι νῦν ἀπομνημονεύουσι: παρὰ δὲ Σαρακηνοῖς, ἐν ᾠδαῖς ἐστίν.