Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

μέχρι τοῦ δ. Οἱ δὲ, ὥσπερ ἐν αὐτοῖς ὂν βασιλέα καθαιρεῖν καὶ πάλιν ἐγείρειν, ἐπὶ τοῦτο προήχθησαν. Καὶ μέντοι εἰ τοῖς ἅπαξ δεδογμένοις ἐν τῇ τῶν ἄστρων φορᾷ τὰ τοιαῦτα λογιστέον, ἐχρῆν τὸν ἐσόμενον, ὅς τις ἦν, περιμένειν. Εἰ δὲ Θεοῦ βουλῆς τὸ ἔργον, τί πολυπραγμονεῖν ἔδει; οὐ γὰρ δήπου ἐκ

658
προγνώσεως ἢ σπουδῆς ἀνθρωπείας, ἔνεστιν ἐπίστασθαι τὸ Θεῷ δοκοῦν. Οὔτε εἴπερ ἐξῆν, καλῶς εἶχεν οἴεσθαι ἀνθρώπους ὄντας,

εἰ καὶ πάντων σοφωτάτους, ἄμεινον Θεοῦ βουλεύεσθαι. Εἰ δὲ ἁπλῶς ὑπὸ προθυμίας τῆς περὶ τὸ μέλλον εἰδήσεως, ἐπὶ τοσοῦτον ἀκρίτως ἔσχον, ὡς εἰς ἕτοιμον ἁλέσθαι κίνδυνον, καὶ νόμους ὑπεριδεῖν πάλαι τεθέντας ἐν Ῥωμαίοις, καὶ ἡνίκα ἑλληνίζειν τε καὶ θύειν ἀκίνδυνον ἦν, οὐ τὰ αὐτὰ ἐφρόνουν Σωκράτει: ὃς ἐξὸν σώζεσθαι, καὶ ταῦτα ἀδίκως κώνειον μέλλων πίνειν, αἰδοῖ νόμων καθ̓ οὓς ἐγένετο καὶ ἐτράφη, καίπερ δυνάμενος, οὐκ ἀπέφυγε τὸ δεσμωτήριον.

Περὶ τῆς των Σαυροματῶν ἐκστρατείας, καὶ περὶ τοῦ θανάτου Οὐαλεντινιανοῦ ἐν Γαλλίᾳ: καὶ ἀναγόρευσις τοῦ νέου Οὐαλεντινιανοῦ: καὶ περὶ τοῦ διωγμοῦ τῶν ἱερέων, καὶ περὶ τοῦ λόγου τοῦ φιλοσόφου Θεμιστίου, δἰ ὃν φιλανθρωπότερος πρὸς αὐτοῦ διαφερομένους διετέθη.

Ἀλλὰ ταῦτα μὲν ᾗπερ ἂν δοκῇ ἑκάστῳ, σκοπείτω τε καὶ λεγέτω. Καταδραμόντων δὲ Σαυροματῶν χωρία

659
τινὰ τῆς πρὸς δύσιν ἀρχομένης,

ἐπεστράτευσε τούτοις Οὐαλεντινιανός. Οἱ δὲ, τῆς στρατιᾶς τὸ πλῆθος καὶ τὴν παρασκευὴν ἀκούσαντες, πρέσβεις πέμψαντες εἰρήνην ᾔτουν. Ἰδὼν δὲ τούτους, εἰ τοιοῦτοι Σαυρομάται πάντες εἰσὶν ἐπυνθάνετο. Τῶν δὲ τοὺς κρείττους παρεῖναι καὶ πρεσβεύεσθαι φησάντων,

ἐμπίπλαται ὀργῆς. Καὶ μέγα κεκραγὼς, ἦ δεινὰ τοὺς ὑπηκόους ὑπομένειν ἔφη, καὶ τὴν Ῥωμαίων δυσπραγεῖν ἀρχὴν εἰς αὐτὸν περιστᾶσαν, εἰ Σαυρομάται, βαρβαρον ἔθνος ὧν ἄριστοι οὗτοι, οὐκ ἀγαπῶσιν ἐφ̓ ἑαυτῶν μένοντες ζῆν, ἀλλ̓ ἐπιβῆναι τῆς ὑπ̓ αὐτοῦ ἀρχομένης ἐθάρρησαν, καὶ πολεμεῖν ὅλως πρὸς Ῥωμαίους φαντάζονται.

Ἐπὶ πολὺ δὲ χαλεπαίνοντος, καὶ τοιάδε βοῶντος, ὑπὸ ἀμέτρου διατάσεως σπαραχθέντων αὐτῷ τῶν ἔνδον, φλὲψ ἅμα καὶ ἀρτηρία ἐρράγη: καὶ ἀναδοθέντος αἵματος, ἐν φρουρίῳ τινὶ τῆς Γαλλίας ἐτελεύτησε τὸν βίον: ἔτη μὲν ἀμφὶ τὰ πεντήκοντα

660
καὶ τέσσαρα γεγονώς: τρισκαίδεκα δὲ ἐν τῇ βασιλείᾳ εὖ μάλα καὶ λίαν ἐπισήμως διαγενόμενος.