Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἐν τούτῳ δὲ εἰσέτι διέπρεπον ἐν τοῖς Σκήτεως μοναστηρίοις, γηραλέος μὲν, Ὠριγένης ἐκ τῶν μαθητῶν Ἀντωνίου τοῦ μεγάλου περιλελειμμένος: καὶ Δίδυμος, καὶ Κρονίων, ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἐνιαυτοὺς γεγονώς: καὶ ὁ μέγας Ἀρσίσιος, καὶ Πουτουβάστης, καὶ Ἀρσίων, καὶ Σεραπίων, οἳ καὶ αὐτοὶ σύγχρονοι Ἀντωνίου ἐγένοντο.

Καταγεγηρακότες δὲ

638
ἐν τῷ φιλοσοφεῖν, προΐσταντο τότε τῶν τῇδε μοναστηρίων. Τῶν δ̓ αὖ νέαν καὶ μέσην ἡλικίαν ἀγόντων, πολλοὶ καλοί τε καὶ ἀγαθοὶ σὺν αὐτοῖς ἐγνωρίζοντο: καὶ Ἀμμώνιος καὶ Εὐσέβιος καὶ Διόσκορος: οὓς ἀδελφοὺς ἀλλήλοις ὄντας, μακροὺς ἐκ τῆς ἡλικίας ὠνόμαζον.

Λέγεται δὲ τοῦτον τὸν Ἀμμώνιον εἰς ἄκρον φιλοσοφίας προελθεῖν, ἡδονῆς τε καὶ ῥαστώνης ἀνδρείως κρατῆσαι, καὶ φιλολόγον εἰς ἄγαν γενέσθαι: ὡς τοὺς Ὠριγένους καὶ Διδύμου καὶ τῶν ἄλλων ἐκκλησιαστικῶν λόγους διεξελθεῖν. Ἐκ νέου μέχρι τελευτῆς πλὴν ἄρτου, μηδενὸς γεύσασθαι ἐν πυρὶ γενομένου.

Μέλλων δὲ ποτὲ πρὸς χειροτονίαν ἐπισκοπῆς συλλαμβάνεσθαι, ὡς ἀντιβολῶν οὐκ ἔπεισεν ἀπιέναι τοὺς ἐπ̓ αὐτὸν ἐληλυθότας, ἀποτεμὼν τὸ οὖς, Ἄπιτε, ἔφη: λοιπὸν γὰρ οὐδὲ ἑκόντα με ὁ ἱερατικὸς νόμος

639
συγχωρεῖ χειροτονεῖσθαι. Ἄρτιον γὰρ χρῆναι τὸν ἱερέα καθίστασθαι.

Ἀναχωρήσαντες δὲ, ἐπεὶ τάδε ἔγνωσαν Ἰουδαίοις φυλακτέα, τῇ δὲ ἐκκλησίᾳ σώματος μηδὲν μέλειν, ἢν μόνον ἄρτιος ᾖ τοῖς τρόποις ὁ ἱερεὺς, αὖθις ἀνέστρεψαν ὡς συλληψόμενοι τὸν ἄνδρα. Ὁ δὲ, ἦ μὴν καὶ τὴν γλῶσσαν ἐκτεμεῖν διωμόσατο, εἰ βιάσασθαι πειραθεῖεν. Δείσαντες οὖν τὴν ἀπειλὴν, ἀπεχώρουν. Αὐτός τε ἐντεῦθεν Ἀμμώνιος ὁ Παρώτης ὠνομάζετο.

Τῷ δὲ μετ̓ οὐ πολὺ ἐπὶ τῆς ἐχομένης βασιλείας, συνῆν Εὐάγριος σοφὸς, ἐλλόγιμος ἀνὴρ, νοῆσαί τε καὶ φράσαι δεινὸς, καὶ ἐπίβολος διακρῖναι τοὺς πρὸς ἀρετὴν καὶ κακίαν ἄγοντας λογισμούς: καὶ ἱκανὸς ὑποθέσθαι, ᾗ χρὴ τοὺς μὲν ἐπιτηδεύειν, τοὺς δὲ φυλάξασθαι. Ἀλλ̓ οἷος μὲν περὶ λόγους ἦν, ἐπιδείξουσιν αἱ γραφαὶ ἃς κατέλιπεν.

Ἐλέγετο δὲ καὶ τὸ ἦθος μέτριος, τύφου τε καὶ ὑπεροψίας τοσοῦτον κρατεῖν, ὡς μήτε δικαίως ἐπαινούμενος

640
ὀγκοῦσθαι τοῖς κρότοις,

μήτε ἀδίκως λοιδορούμενος, ἀγανακτεῖν ἐπὶ ταῖς ὕβρεσιν. Ἐγένετο δὲ τῷ μὲν γένει, Ἰβήρων πολίτης πρὸς τῷ καλουμένῳ Εὐξείνῳ πόντῳ: ἐφιλοσόφησε δὲ καὶ ἐπαιδεύθη ὑπὸ Γρηγορίῳ τῷ ἐπισκόπῳ Ναζιανζοῦ τοὺς ἱεροὺς λόγους: ἡνίκα δὲ ἐπετρόπευε τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν,

ἀρχιδιάκονον αὐτὸν εἶχεν. Ἀστεῖον δὴ ὄντα τῇ ὄψει καὶ περὶ τὴν ἐσθῆτα φιλόκαλον, μαθών τις τῶν ἐν τέλει ζηλότυπος γνώριμον εἶναι τῇ γαμετῇ, θάνατον αὐτῷ ἐμηχανᾶτο: εἰς ἔργον δὲ προβήσεσθαι μελλούσης τῆς ἐπιβουλῆς, καθεύδοντι αὐτῷ φοβεράν τινα καὶ σωτήριον ὀνείρατος ὄψιν ἐπιπέμπει τὸ θεῖον: ἔδοξε γὰρ ὡς ἐπὶ ἐγκλήματι συλληφθεὶς, σιδήρῳ δεδέσθαι πόδας καὶ χεῖρας.

Μέλλοντί τε αὐτῷ εἰς δικαστήριον ἄγεσθαι καὶ τιμωρίαν ὑπέχειν προσελθών τις ὑπέδειξε τὴν ἱερὰν τῶν εὐαγγελίων βίβλον: καὶ ὑπισχνεῖτο, εἰ τῆς πόλεως ἐξέλθοι, τῶν δεσμῶν αὐτὸν ἀπαλλάξειν, καὶ ὅτι τοῦτο ποιήσει, ὅρκον ἀπῄτει.

641

Ὁ δὲ τῆς βίβλου ἐφαψάμενος, ἦ μὴν ὧδε πράξειν ἐπωμόσατο: διαφεθείς τε τῶν δεσμῶν, αὐτίκα ἐξηγέρθη: καὶ τῷ θείῳ ὀνείρῳ πεισθεὶς, διέφυγε τὸν κίνδυνον: εἰς νοῦν τε λαβὼν χρῆναι μετιέναι τὸν ἀσκητικὸν βίον, ἐξεδήμησεν ἐκ Κωνσταντινουπόλεως εἰς Ἱεροσόλυμα. Καὶ μετὰ χρόνον τινὰ παραγενόμενος ἐπὶ θέαν τῶν ἐν Σκήτει φιλοσοφούντων, ἠσμένισε τὴν ἐνθάδε διατριβήν.