Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετὰ δὲ τοῦτον, κοινῇ συνθήκῃ τοῦ στρατοπέδου παραλαμβάνει τὴν βασιλείαν Ἰοβιανός. Ἡνίκα δὴ ἐν τῇ πολεμίᾳ αὐτοκράτορα χειροτονούντων αὐτὸν τῶν στρατευμάτων, αὐτὸς Χριστιανὸν αὐτὸν εἶναι λέγων, παρῃτεῖτο τὴν ἡγεμονίαν, καὶ τὰ σύμβολα τῆς βασιλείας οὐ προσίετο, εἰσότε δὴ καὶ ἡ στρατιὰ μαθοῦσα τῆς παραιτήσεως τὴν αἰτίαν, Χριστιανοὺς εἶναι σφᾶς ἐκέκραγον.

Ἐν κινδύνῳ δὲ καὶ ταραχῇ τῶν πραγμάτων ὄντων ἐκ τῆς Ἰουλιανοῦ στρατηγίας, καμνούσης τε τῆς στρατιᾶς ἐνδείᾳ τῶν ἐπιτηδείων, ἀναγκαῖον εἶδεν εἰς συμβάσεις ἐλθεῖν, παραδούς τινα Πέρσαις τῶν προτέρων Ῥωμαίοις ὑποτελῶν.

Τῇ δὲ πείρᾳ μαθὼν, ὑπὸ θεομηνίας τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος

537
κακῶς παθεῖν ὑπήκοον, μηδὲν μελλήσας, ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐθνῶν ἀδεῶς ἐν ταῖς ἐκκλησίαις ἀθροίζεσθαι, καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν, καὶ μόνην εἶναι σέβας τοῖς ἀρχομένοις τὴν τῶν Χριστιανῶν πίστιν.

Ἀπέδωκε δὲ καὶ ταῖς ἐκκλησίαις καὶ τοῖς κλήροις τὰς ἀτελείας, χήραις τε καὶ παρθένοις, καὶ εἴ τι πρότερον ἐπ̓ ὠφελείᾳ καὶ τιμῇ τῆς θρησκείας δωρηθὲν, ἢ νομοθετηθὲν ἐτύγχανεν ὑπὸ Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὕστερον δὲ ἐπὶ Ἰουλιανοῦ ἀφῃρέθη.

Προσεφώνησε δὲ καὶ Σεκούνδῳ τῷ τότε τὴν ὕπαρχον ἐξουσίαν διέποντι, γενικὴν νομοθεσίαν, εἰς κεφαλὴν τιμωρεῖσθαι παρακελευομένην τὸν ἱερὰν παρθένον μνᾶσθαι πρὸς γάμον πειρώμενον, ἢ καὶ ἀκολάστως μόνον προσβλέποντα, μήτι γὲ διαρπάζειν ἐπιχειροῦντα.

Ἔθετο δὲ τοῦτον τὸν νόμον, καθότι μοχθηροί τινες ἄνδρες ἐπὶ τῆς ἡγεμονίας Ἰουλιανοῦ, ἔτυχον τοιούτων παρθένων γάμους ἐπιτελέσαντες, καὶ ἀνάγκῃ ἢ καὶ πειθοῖ προσφθαρέντες, οἷά γε φιλεῖ, τῆς

538
αἰσχρᾶς ἐπιθυμίας ταῦτα τολμᾷν ἀκινδύνως ὑποθεμένης, δυσπραγούσης τῆς θρησκείας.