Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Εὐνόμιον μὲν οὖν τὰ αὐτὰ φρονεῖν Ἀετίῳ, συνομολογεῖν δέον: καὶ γὰρ δὴ καὶ αὐτὸς Εὐνόμιος Ἀέτιον

617
διδάσκαλον αὐχεῖ, καὶ μαρτυρεῖ τοῦτο πολλάκις ἐν ἰδίοις γράμμασι παρρησιαζόμενος. Ἀπολινάριον δὲ ἐπαιτιώμενος Γρηγόριος ὁ Ναζιανζὸν ἐπισκοπήσας, ἐν ἐπιστολῇ που τάδε γράφει πρὸς Νεκτάριον τὸν ἡγησάμενον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας.

Τὸ δὲ ἐγκόλπιον ἡμῶν κακὸν Εὐνόμιος, οὐκέτι ἀγαπᾷ τὸ ὁπωσοῦν εἶναι: ἀλλ̓ εἰ μὴ πάντας τῇ αὐτοῦ ἀπωλείᾳ συνεφελκύσαιτο, ζημίαν κρίνει. Καὶ ταῦτα μὲν φορητά. Τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς, ἡ τῶν Ἀπολιναριστῶν ἐστὶ παρρησία.

Οὓς οὐκ οἶδα πῶς παρεῖδέ σου ἡ ὁσιότης, πορισαμένους ἑαυτοῖς τὴν τοῦ συνάγειν ὁμοτίμως ἡμῖν παρρησίαν. Πάντως μὲν οὗν διὰ πάντων κατὰ Θεοῦ χάριν τὰ θεῖα πεπαιδευμένος μυστήρια, οὐ μόνον τὴν τοῦ Θεοῦ λόγου συνηγορίαν ἐπίστασαι, ἀλλὰ κἀκεῖνα ὅσα παρὰ τῶν αἱρετικῶν κατὰ τῆς ὑγιαινούσης ἐπινενόηται πίστεως: πλὴν παρὰ τῆς βραχύτητος ἡμῶν οὐκ ἄκαιρον ἴσως ἀκοῦσαί σου τὴν

618
σεμνοπρέπειαν, ὅτι μοι πυκτίον γέγονεν ἐν χερσὶ τοῦ Ἀπολιναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν κακίαν παρέρχεται.

Διαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ̓ οἰκονομίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς φύσεως ἡμῶν, ἀλλ̓ ἐξ ἀρχῆς ἐν τῷ υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι. καὶ κακῶς ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν, εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας προβάλλεται, λέγων: οὐδεὶς ἀναβέβηκεν εἰς τὴν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου: ὡς καὶ πρὶν κατελθεῖν αὐτὸν, υἱὸν ἀνθρώπου εἶναι, καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα ἐκείνην,

ἣν ἐν τῷ οὐρανῷ ἔχων ἐτύγχανε, προαιώνιόν τε καὶ συνουσιωμένην. Λέγει γὰρ πάλιν ἀποστολικήν τινα ῥῆσιν, ὅτι ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ: εἶτα κατασκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα, νοῦν μὴ ἔχειν: ἀλλὰ τὴν θεότητα τοῦ μονογενοῦς, τὴν τοῦ νοῦ φύσιν ἀναπληρώσασαν, μέρος γενέσθαι τοῦ ἀνθρωπίνου συγκρίματος τὸ τριτημόριον: ψυχῆς τε καὶ σώματος

619
κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, νοῦ δὲ μὴ ὄντος, ἀλλὰ τοῦ Θεοῦ λόγου τὸν ἐκείνου τόπον ἀναπληροῦντος.

Καὶ οὔπω τοῦτο δεινὸν θέαμα: ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ Θεὸν, τὸν κριτὴν τῶν ὄντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει: καὶ ἐν τῇ ἰδίᾳ αὐτοῦ θεότητι πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος, καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι: καὶ οὕτω παρὰ τοῦ Πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. Τὰ δὲ ἄλλα ὅσα προστίθησι ταῖς τοιαύταις ἀτοπίαις, μακρὸν ἂν εἴη διεξιέναι.

Οἷα μὲν οὖν καὶ ὅπως περὶ Θεοῦ δοξάζουσιν Ἀπολινάριός τε καὶ Εὐνόμιος, ἐκ τῶν εἰρημένων ὅτῳ μέλει σκοπείτω. Εἰ δὲ περὶ μάθησιν ἀκριβῆ τῶν τοιούτων πονεῖν ἔγνωκεν, ἐκ τῶν γεγραμμένων, ἢ αὐτοῖς, ἢ ἑτέροις περὶ αὐτῶν, ἐπιζητείτω τὰ πλείω: ἐπεὶ ἐμοὶ οὔτε συνιέναι τὰ τοιαῦτα, οὔτε μεταφράζειν εὐπετές.

Ὡς ἔοικε δὲ, πρὸς ταῖς εἰρημέναις αἰτίαις,

620
τὸ μὴ κρατῆσαι τάδε τὰ δόγματα καὶ εἰς πολλοὺς προελθεῖν, μάλιστα τοῖς τότε μοναχοῖς λογιστέον: ἀπρὶξ γὰρ εἴχοντο τῶν ἐν Νικαίᾳ δογμάτων οἵτε ἐν Συρίᾳ καὶ Καππαδοκίᾳ καὶ πέριξ τούτων φιλοσοφοῦντες.

Ἡ μὲν γὰρ ἕως, ἀπὸ Κιλίκων ἀρξαμένη μέχρι Φοινίκων, ἐκινδύνευσε γενέσθαι τῆς Ἀπολιναρίου αἱρέσεως: Εὐνομίου δὲ ἀπὸ Κιλίκων, καὶ Ταύρου τοῦ ὄρους, καὶ μέχρι τοῦ Ἑλλησπόντου καὶ τῆς Κωνσταντινουπόλεως. Ῥᾳδίως γὰρ ἑκάτερος παῤ οἷς διέτριβε, καὶ τοὺς πέλας, τὰ αὐτοῦ φρονεῖν ἔπειθε.

Παραπλήσιον δέ πως τοῖς ἐπὶ Ἀρείου, καὶ ἐπὶ τούτοις συμβέβηκε: τὸ γὰρ τῇδε πλῆθος τοὺς δηλωθέντας μοναχοὺς τῆς ἀρετῆς τῶν ἔργων ἐκθαυμάζον, ὀρθῶς αὐτοὺς δοξάζειν ἐπίστευε: καὶ τοὺς ἄλλως φρονοῦντας, οἷά γε μὴ καθαρεύοντας, νόθων δογμάτων ἀπεστρέφοντο: ὥσπερ Αἰγύπτιοι τοῖς παῤ αὐτοῖς μοναχοῖς ἑπόμενοι, ἐναντίως εἶχον πρὸς τοὺς Ἀρείου.

621