Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Ἀπωμότου δὲ οὔσης τῆς πρὸς αὐτὸν κοινωνίας τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ὧν ἦν καὶ Γεώργιος ὁ ἐνθάδε ἐπίσκοπος, ὑβριστικῶς ἐκβάλλεται τῆς ἐκκλησίας, ὡς παρὰ κανόνας καὶ τοὺς τῶν ἱερέων νόμους Ἀθανασίῳ συγγενόμενος. Ἐπῃτιᾶτο δὲ αὐτὸν διὰ ταῦτα, καὶ εὐθύνας παλαιῶν ἁμαρτημάτων μεταμελείᾳ λελυμένων,
ὠνείδιζεν. Ἔτι γὰρ Θεοδότου τοῦ πρὸ αὐτοῦ τὴν Λαοδικέων ἐκκλησίαν ἰθύναντος, κατ̓ ἐκεῖνο καιροῦ διαπρέπων Ἐπιφάνιος ὁ σοφιστὴς, ὕμνον εἰς τὸν Διόνυσον παρῄει: διδασκάλῳ δὲ αὐτῷ χρώμενος Ἀπολινάριος,
Ἐπεὶ δὲ τοῦ λόγου ἀρχόμενος Ἐπιφάνιος, ὡς ἔθος τοῖς τοιάδε ἐπιδεικνυμένοις λέγειν, τοὺς ἀμυήτους καὶ βεβήλους ἐξιέναι θύραζε ἐκέλευεν: οὔτε δὲ Ἀπολινάριος ὁ νέος, οὔτε ὁ πρεσβύτης, οὔτε ἕτερός τις τῶν παρόντων Χριστιανῶν τῆς ἀκροάσεως ἀπεχώρησε.
Μαθὼν ταῦτα Θεόδοτος ὁ ἐπίσκοπος, χαλεπῶς ἤνεγκε: καὶ τοῖς μὲν ἄλλοις ἐν λαῷ τεταγμένοις μετρίως ἐγκαλέσας, συγγνώμην ἔνειμεν: Ἀπολιναρίω δὲ ἄμφω τὴν ἁμαρτίαν δημοσίᾳ ἐλέγξας, τῆς ἐκκλησίας ἀφώρισεν: ἤστην γὰρ κληρικὼ, ὁ μὲν πατὴρ, πρεσβύτερος: ὁ δὲ παῖς, ἀναγνώστης ἔτι τῶν ἱερῶν γραφῶν. Χρόνου δέ τινος διαγενομένου, ἐν δάκρυσι καὶ νηστείαις ἐπαξίως τῆς ἁμαρτίας μεταμεληθέντας,
προσίεται πάλιν Θεόδοτος. Ὡς δὲ τὴν αὐτὴν ἐπισκοπὴν ἔλαχε Γεώργιος, καὶ ἡ πρὸς Ἀθανάσιον συνουσία γέγονεν Ἀπολιναρίῳ ὡς εἴρηται, ἀκοινώνητον αὐτὸν ἀποφαίνει, καὶ τῆς ἐκκλησίας ἀλλότριον.
Ὡς δὲ οὐκ ἔπειθε, λύπῃ κρατηθεὶς ἐτάραξε τὴν ἐκκλησίαν, καὶ δογμάτων καινότητι τὴν εἰρημένην αἵρεσιν εἰσήγαγεν: ὅπερ ἠδύνατο, τέχνῃ φημὶ λόγων τὸν ἐχθρὸν ἀμυνόμενος: καὶ διελέγχων ὡς ἐν διδασκαλίᾳ ἱερῶν δογμάτων οὐ τοιοῦτος ὢν, τὸν ἀμείνω καθεῖλεν. Οὕτω πη αἱ ἴδιαι ἔχθραι τῶν κατὰ καιροὺς κληρικῶν, τὰ μέγιστα τὴν ἐκκλησίαν ἔβλαψαν, καὶ τὴν θρησκείαν εἰς πολλὰς αἱρέσεις κατέτεμον.
Τεκμήριον δὲ τοῦτο: εἰ γὰρ ὁμοίως Θεοδότῳ καὶ Γεώργιος μεταμεληθέντα Ἀπολινάριον ἐδέξατο, οὐκ ἂν, οἶμαι, ἡ ἀπ̓ αὐτοῦ καλουμένη αἵρεσις ἦν. Ἡ γὰρ ἀνθρωπεία φύσις, ὑπερφρονουμένη μὲν ἀπαυθαδιάζεται, καὶ εἰς φιλονεικίαν καὶ νεωτερισμοὺς καθίσταται: ἀπολαύουσα δὲ τῶν ἴσων, μετριάζειν καὶ ἐπὶ τῶν αὐτῶν μένειν φιλεῖ.