Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τοῦ λόγου ἀρχόμενος Ἐπιφάνιος, ὡς ἔθος τοῖς τοιάδε ἐπιδεικνυμένοις λέγειν, τοὺς ἀμυήτους καὶ βεβήλους ἐξιέναι θύραζε ἐκέλευεν: οὔτε δὲ Ἀπολινάριος ὁ νέος, οὔτε ὁ πρεσβύτης, οὔτε ἕτερός τις τῶν παρόντων Χριστιανῶν τῆς ἀκροάσεως ἀπεχώρησε.

Μαθὼν ταῦτα Θεόδοτος ὁ ἐπίσκοπος, χαλεπῶς ἤνεγκε: καὶ τοῖς μὲν ἄλλοις ἐν λαῷ τεταγμένοις μετρίως ἐγκαλέσας, συγγνώμην ἔνειμεν: Ἀπολιναρίω δὲ ἄμφω τὴν ἁμαρτίαν δημοσίᾳ ἐλέγξας, τῆς ἐκκλησίας ἀφώρισεν: ἤστην γὰρ κληρικὼ, ὁ μὲν πατὴρ, πρεσβύτερος: ὁ δὲ παῖς, ἀναγνώστης ἔτι τῶν ἱερῶν γραφῶν. Χρόνου δέ τινος διαγενομένου, ἐν δάκρυσι καὶ νηστείαις ἐπαξίως τῆς ἁμαρτίας μεταμεληθέντας,

προσίεται πάλιν Θεόδοτος. Ὡς δὲ τὴν αὐτὴν ἐπισκοπὴν ἔλαχε Γεώργιος, καὶ ἡ πρὸς Ἀθανάσιον συνουσία γέγονεν Ἀπολιναρίῳ ὡς εἴρηται, ἀκοινώνητον αὐτὸν ἀποφαίνει, καὶ τῆς ἐκκλησίας ἀλλότριον.

610
Ὁ δὲ λέγεται μὲν πολλάκις αὐτοῦ δεηθῆναι τὴν κοινωνίαν ἀπολαβεῖν.

Ὡς δὲ οὐκ ἔπειθε, λύπῃ κρατηθεὶς ἐτάραξε τὴν ἐκκλησίαν, καὶ δογμάτων καινότητι τὴν εἰρημένην αἵρεσιν εἰσήγαγεν: ὅπερ ἠδύνατο, τέχνῃ φημὶ λόγων τὸν ἐχθρὸν ἀμυνόμενος: καὶ διελέγχων ὡς ἐν διδασκαλίᾳ ἱερῶν δογμάτων οὐ τοιοῦτος ὢν, τὸν ἀμείνω καθεῖλεν. Οὕτω πη αἱ ἴδιαι ἔχθραι τῶν κατὰ καιροὺς κληρικῶν, τὰ μέγιστα τὴν ἐκκλησίαν ἔβλαψαν, καὶ τὴν θρησκείαν εἰς πολλὰς αἱρέσεις κατέτεμον.

Τεκμήριον δὲ τοῦτο: εἰ γὰρ ὁμοίως Θεοδότῳ καὶ Γεώργιος μεταμεληθέντα Ἀπολινάριον ἐδέξατο, οὐκ ἂν, οἶμαι, ἡ ἀπ̓ αὐτοῦ καλουμένη αἵρεσις ἦν. Ἡ γὰρ ἀνθρωπεία φύσις, ὑπερφρονουμένη μὲν ἀπαυθαδιάζεται, καὶ εἰς φιλονεικίαν καὶ νεωτερισμοὺς καθίσταται: ἀπολαύουσα δὲ τῶν ἴσων, μετριάζειν καὶ ἐπὶ τῶν αὐτῶν μένειν φιλεῖ.

611

Περὶ Εὐνομίου καὶ τοῦ διδασκάλου αὐτοῦ Ἀετίου: καὶ τὰ κατ̓ αὐτοὺς, καὶ τί ἐδογμάτιζον, καὶ ὅτι πρῶτοι οὗτοι μίαν κατάδυσιν ἐπὶ τοῦ βαπτίσματος ἐπενόησαν.

Ἀμφὶ δὲ τοῦτον τὸν χρόνον Εὐνόμιος, ὃς ἀντὶ Ἐλευσίου τὴν ἐν Κυζίκῳ ἐκκλησίαν κατεῖχε, τῆς Ἀρείου αἱρέσεως προϊστάμενος, ἑτέραν παρὰ ταύτην εἰσηγήσατο:

ἣν οἱ μὲν ἀπ̓ αὐτοῦ ὀνομάζουσιν, οἱ δὲ τὴν τῶν Ἀνομοίων καλοῦσι. Φασὶ δέ τινες, πρῶτον τοῦτον Εὐνόμιον τολμῆσαι εἰσηγήσασθαι, ἐν μιᾷ καταδύσει χρῆναι ἐπιτελεῖν τὴν θείαν βάπτισιν, καὶ παραχαράξαι τὴν ἀπὸ τῶν ἀποστόλων εἰσέτι νῦν ἐν πᾶσι φυλαττομένην παράδοσιν. Καὶ ὡς ἐπίπαν, ἑτέραν τινὰ τῆς αὐτοῦ ἐκκλησίας ἐξευρεῖν ἀγωγὴν, σεμνότητι καὶ ἀκριβείᾳ πλείονι τὴν καινότητα περιπέττουσαν.

Ἐγένετο δὲ καὶ τεχνίτης λόγων, καὶ ἐριστικὸς, καὶ συλλογισμοῖς χαίρων: τοιούτους δὲ τοὺς πολλοὺς τῶν τὰ αὐτοῦ φρονούντων ἔστιν ἰδεῖν. Οὐ μᾶλλον γὰρ ἐπαινοῦσι βίον ἀγαθὸν ἢ τρόπον, ἢ τὸν

612
περὶ τοὺς δεομένους ἔλεον, εἰ μὴ τὰ αὐτὰ δοξάζοιεν, ὅσον εἴ τις ἐριστικῶς διαλέγοιτο, καὶ κρατεῖν δοκοίη συλλογιζόμενος: ὁ τοιοῦτος γὰρ εὐσεβὴς παρὰ πάντας νομίζεται.

Ὡς ἄλλοις δοκεῖ, τἀληθέστερον, οἶμαι, λέγουσιν, ὡς Θεοφρόνιος ὁ Καππαδόκης, καὶ Εὐτύχιος, σπουδασταὶ ταύτης τῆς αἱρέσεως, ἀποτεμόντες σφᾶς ἐπὶ τῆς ἐχομένης βασιλείας, περί τε ἄλλα τῶν Εὐνομίῳ δοξάντων, καὶ περὶ τὴν θείαν βάπτισιν ἐνεωτέρισαν: οὐκ εἰς Τριάδα,