Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ κατῆραν ἐνταῦθα, φασὶν ἅμα τῇ ἐπιβάσει τῶν ἀνδρῶν, δαίμονι κρατηθεῖσαν τὴν θυγατέρα τοῦ ἱερέως εἰς ἀπάντησιν αὐτοῖς ἐλθεῖν: θεούσης δὲ καὶ βοώσης τῆς κόρης, καταπλαγέντες οἱ τῇδε ἄνθρωποι τῷ αἰφνιδίῳ καὶ παραδόξῳ τοῦ πράγματος, εἵποντο.

Ὡς δὲ πρὸς τῇ νηῒ ἐγένετο, ἣ τοὺς ἱεροὺς πρεσβύτας ἔφερε, ποτνιωμένη καὶ εἰς γῆν κυλινδουμένη ἱκέτευε καὶ μέγα ἀνέκραγε: Τί δὴ καὶ πρὸς ἡμᾶς ἥκετε, ὦ τοῦ μεγάλου θεοῦ θεράποντες; νησίον γὰρ τοῦτο παλαιὸν ἡμῖν ἐστὶν οἰκητήριον: ὀχλοῦμεν δὲ οὐδενί: πᾶσι δὲ τοῖς ἀνθρώποις ἀγνῶτες, αὐτόθι λανθάνομεν, ταύταις ταῖς λίμναις περικεκλεισμένοι πάντοθεν: εἰ δὲ τοῦτο φίλον ὑμῖν, δέχεσθε τὸ ἡμέτερον κτῆμα,

καὶ οἰκεῖον ποιήσατε: ἡμεῖς δὲ ὑπείκομεν. Καὶ ἡ μὲν τοιαύτας ἠφίει φωνάς: ἐπιτιμησάντων δὲ τῷ δαιμονίῳ

589
τῶν ἀμφὶ Μακάριον, ἡ παῖς ἐσωφρόνησεν: ἐντεῦθεν δὲ ὁ ταύτης πατὴρ σὺν τοῖς οἰκείοις, καὶ ἡ νῆσος πανδημεὶ εἰς Χριστιανισμὸν μετέβαλλε: καὶ ἀμελλητὶ καθελόντες τὸν παῤ αὐτοῖς ναὸν, εἰς ἐκκλησίαν μετεσκεύασαν.

Ταῦτα δὲ τοῖς ἐν Ἀλεξανδρείᾳ ἀγγελλόμενα, οὐ μετρίως ἐλύπει τὸν Λούκιον: ἐκινδύνευε γὰρ καὶ παρὰ τῶν ἰδίων μισεῖσθαι, ὡς οὐκ ἀνθρώποις, ἀλλὰ αὐτῷ τῷ Θεῷ πόλεμον προφανῆ καταγγέλλων: αὐτίκα τε λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ ἴδια ἤθη καὶ τὴν ἔρημον ἐπανελθεῖν προσέταξεν.