Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπὶ πολὺ δὲ περὶ τούτου διαλογιζομένων καὶ ὥσπερ διαπορουμένων, ἀναστάντες ἐκ μέσων δύο, θαρρεῖν τοῖς ἄλλοις παρεκελεύσαντο: καὶ ὡς ἐπὶ καθαιρέσει τῆς Ἰουλιανοῦ ἀρχῆς ὁρμῶντες,

σπουδῇ τὸν σύλλογον κατέλιπον. Ὁ δὲ ἄνθρωπος ὃς τῶν παραδόξων τούτων ἐγεγόνει θεατὴς, τῆς μὲν ὁδοιπορίας ὠλιγώρει λοιπόν: ὀρρωδῶν δὲ πῆ ἄρα ἐκβήσεται

532
τὸ τέλος τῆς τοιαύτης ὄψεως, πάλιν ἐνθάδε καθεύδων, τὸν αὐτὸν ἰδεῖν σύλλογον, ἐξαπίνης τε ὡς ἀπὸ ὁδοῦ εἰσεληλυθότας οἳ τῇ προτεραίᾳ νυκτὶ ἐπεστράτευσαν Ἰουλιανῷ, καὶ ἀναγγεῖλαι τοῖς ἄλλοις ἀνῃρῆσθαι τοῦτον.

Κατ̓ ἐκείνην δὲ τὴν ἡμέραν καὶ Δίδυμος ὁ ἐκκλησιαστικὸς φιλόσοφος ἐν Ἀλεξανδρείᾳ διατρίβων, οἷά γε τοῦ βασιλέως εἰς τὴν θρησκείαν διασφαλέντος, περίλυπος ὢν, διά τε αὐτὸν ὡς πεπλανημένον, καὶ διὰ τὴν καταφρόνησιν τῶν ἐκκλησιῶν, ἐνήστευέ τε, καὶ τὸν Θεὸν περὶ τούτου ἱκέτευεν.

Ὑπὸ δὲ τῆς μερίμνης, οὐδὲ τῆς νυκτὸς ἐπιγενομένης μεταλαβὼν τροφῆς, ἐπὶ θρόνου καθεζόμενος, εἰς ὕπνον ἠνέχθη: καὶ ὡς ἐν ἐκστάσει γεγονὼς, ἔδοξεν ὁρᾷν ἵππους λευκοὺς ἐν τῷ ἀέρι διατρέχοντας: τοὺς δὲ ἐπ̓ αὐτῶν ὀχουμένους κηρύττειν, Ἀγγείλατε Διδύμῳ, σήμερον περὶ τήνδε τὴν ὥραν Ἰουλιανὸν ἀνῃρῆσθαι: καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ τοῦτο μηνυσάτω: καὶ ἀναστὰς ἐσθιέτω.

Καὶ ἃ μὲν τεθέανται ὅ τε Ἰουλιανοῦ

533
οἰκεῖος, καὶ ὁ φιλόσοφος, ὧδε γενέσθαι ἐπυθόμην. Καὶ οὐδέτερος ἐν οἷς τεθέατο τῆς ἀληθείας διήμαρτεν, ὡς ἐμηνύθη ὕστερον. Ὧι δὲ ταῦτα οὐκ ἀρκεῖ εἰς ἀπόδειξιν τοῦ θεόθεν αὐτὸν ἀναιρεθῆναι, ὡς ταῖς ἐκκλησίαις αὐτοῦ λυμαινόμενον, καὶ τὴν προφητείαν εἰς νοῦν λαβέτω ἣν ἐκκλησιαστικὸς ἀνὴρ προηγόρευσε.

Μέλλοντος γὰρ αὐτοῦ ἐπὶ Πέρσας στρατεύειν, καὶ μετὰ τὸν πόλεμον κακῶς ποιήσειν τὰς ἐκκλησίας ἐπαπειλοῦντος, καὶ ἐπιτωθάζοντος ὡς οὐδὲν αὐτοῖς ἐπαμύνειν δυνήσεται ὁ τοῦ τέκτονος υἱὸς, ὡδὶ λέγων ἀπεφῄνατο: Οὗτος δὲ ὁ τοῦ τέκτονος υἱὸς θήκην αὐτῷ ξυλίνην πρὸς θάνατον κατασκευάζει.