Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, ἐτελεύτησεν Ἀθανάσιος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος, ἀμφὶ τεσσαράκοντα καὶ ἓξ ἐνιαυτοὺς τὴν ἀρχιερωσύνην ἀνύσας.

Τῶν δὲ τὰ Ἀρείου φρονούντων ἐν τάχει τὴν αὐτοῦ τελευτὴν δηλωσάντων, οὐκ εἰς μακρὰν Εὐζώϊος παραγενόμενος, ὃς ἐν Ἀντιοχείᾳ τῆς Ἀρείου αἱρέσεως προΐστατο, σὺν αὐτῷ δὲ καὶ Μάγνος ὁ τῶν θησαυρῶν ταμίας παρὰ τοῦ βασιλέως ἀποσταλεὶς, Πέτρον μὲν ᾧ τὴν ἐπισκοπὴν ἐπετρεψεν Ἀθανάσιος, συλλαβόμενοι καθεῖρξαν: Λουκίῳ δὲ τὴν Ἀλεξανδρέων

584

ἐκκλησίαν παρέδωκαν. Ἐντεῦθεν δὲ, παρὰ τοὺς ἀλλαχόσε χαλεπώτερον συνέβη διατεθῆναι τοὺς ἐν Αἰγύπτῳ: συμφοραί τε συμφοραῖς ἐπιγινόμεναι, τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐπίεζον. Ἅμα γὰρ τῇ Ἀλεξανδρέων ἐνεδήμησε, καὶ τὰς ἐκκλησίας κατασχεῖν ἐπεχείρησεν.

Ἀντιπεσόντος δὲ τοῦ πλήθους, στάσεως αἰτία τοῖς κληρικοῖς ἐπλάκη καὶ ταῖς ἱεραῖς παρθένοις: ὡς πολεμίων δὲ καταδραμόντων τὴν πόλιν, οἱ μὲν ἔφυγον: οἱ δὲ, διωκόμενοι κατελαμβάνοντο, καὶ δεσμῶται ἐφρουροῦντο: καὶ ἀπὸ τοῦ δεσμωτηρίου προαγόμενοι, ἐτιμωροῦντο, οἱ μὲν, ὄνυξι καὶ βοείαις αἰκιζόμενοι: οἱ δὲ, ὑπὸ λαμπάσι πυρὸς φλεγόμενοι. Παράδοξον δὲ ἦν, ταῖς τιμωρίαις ἐπιβιῶναι: ἀποθανεῖν

585
δὲ πρὸ τῆς τούτων πείρας,

ἢ ὑπερορίαν οἰκεῖν καταδικασθῆναι, ζηλωτὸν ἐνομίζετο. Καὶ τὰ μὲν ὧδε ἐγίνετο. Πέτρος δὲ ὁ ἐπίσκοπος, διαδρὰς ἀπὸ τοῦ δεσμωτηρίου, ὡς πρὸς ὁμόδοξον τὸν Ῥωμαίων ἐπίσκοπον, νηὸς ἐπιτυχὼν, ἀνέπλευσεν. Οἱ δὲ Ἀρείου, καίπερ οὐ πολλοὶ ὄντες, τῶν ἐκκλησιῶν ἐκράτησαν.

Ἐν αὐτῷ δὲ καὶ βασιλέως ἐπηκολούθησε πρόσταγμα, τῶν ὁμοδόξων τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν Ἀλεξανδρείας τε καὶ αὐτῆς Αἰγύπτου ἀπελαῦνον ὅσους ἐκέλευε Λούκιος: ὧδε γὰρ ἦν προστεταγμένον τῷ ἡγουμένῳ τοῦ ἔθνους. Εὐζώϊος δὲ κατωρθωμένων ὦν ἐσπούδαζεν, ἐπὶ τὴν Ἀντιόχειαν ἀνέστρεψεν.