Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τῆς δὲ εἰπούσης, ἵνα θᾶττον καταλάβοι τὸ πεδίον ἔνθα συνιᾶσιν οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας, Μόνη οὖν, ἔφη Μόδεστος, οὐκ ἔγνως αὐτίκα μέλλειν ἐκεῖσε τὸν ὕπαρχον ἰέναι, καὶ οὓς ἂν εὕροι, πάντας ἀναιρήσειν; Ναίχι ἀκήκοα, φησί, καὶ διὰ τοῦτο μάλιστα δρόμου δεῖ μοι, ἵνα μὴ τοῦ καιροῦ κατόπιν γένωμαι, καὶ ἁμάρτω τῆς περὶ Θεοῦ μαρτυρίας. Ἀτὰρ, τί γε τοῦτο τὸ παιδίον μεθ̓ ἑαυτῆς ἄγεις, ἤρετο ὁ ὕπαρχος: Ὡς ἄν γε καὶ αὐτὸ, ἔφη, τοῦ κοινοῦ πάθους μετάσχῃ, καὶ τῶν ἴσων ἀξιωθείη.

Θαυμάσας δὲ ὁ Μόδεστος τὴν γυναῖκα τῆς ἀνδρείας, ἀνέστρεψεν εἰς τὰ βασίλεια. Καὶ κοινωσάμενος τῷ κρατοῦντι περὶ αὐτῆς, ἔπεισε μὴ χρῆναι τὸ δόξαν ἐπιτελεῖν, αἰσχρὸν

583
τοῦτο καὶ ἀσύμφορον ἐπιδείξας. Ἡ μὲν δὴ τῶν Ἐδεσηνῶν πόλις, πανδημεὶ τὸν εἰρημένον τρόπον ὑπὲρ τοῦ δόγματος ὡμολόγησεν.

Τελευτὴ τοῦ μεγάλου Ἀθανασίου, καὶ Λουκίου τοῦ Ἀρειονόφρονος ἄνοδος εἰς τὸν θρόνον, καὶ ὅσα κακὰ τὰς ἐν Αἰγύπτῳ ἐκκλησίας κατέλαβε: καὶ ὡς Πέτρος ὁ μετὰ Ἀθανάσιον, διαδρὰς εἰς Ῥώμην διέβη.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, ἐτελεύτησεν Ἀθανάσιος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος, ἀμφὶ τεσσαράκοντα καὶ ἓξ ἐνιαυτοὺς τὴν ἀρχιερωσύνην ἀνύσας.

Τῶν δὲ τὰ Ἀρείου φρονούντων ἐν τάχει τὴν αὐτοῦ τελευτὴν δηλωσάντων, οὐκ εἰς μακρὰν Εὐζώϊος παραγενόμενος, ὃς ἐν Ἀντιοχείᾳ τῆς Ἀρείου αἱρέσεως προΐστατο, σὺν αὐτῷ δὲ καὶ Μάγνος ὁ τῶν θησαυρῶν ταμίας παρὰ τοῦ βασιλέως ἀποσταλεὶς, Πέτρον μὲν ᾧ τὴν ἐπισκοπὴν ἐπετρεψεν Ἀθανάσιος, συλλαβόμενοι καθεῖρξαν: Λουκίῳ δὲ τὴν Ἀλεξανδρέων

584

ἐκκλησίαν παρέδωκαν. Ἐντεῦθεν δὲ, παρὰ τοὺς ἀλλαχόσε χαλεπώτερον συνέβη διατεθῆναι τοὺς ἐν Αἰγύπτῳ: συμφοραί τε συμφοραῖς ἐπιγινόμεναι, τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐπίεζον. Ἅμα γὰρ τῇ Ἀλεξανδρέων ἐνεδήμησε, καὶ τὰς ἐκκλησίας κατασχεῖν ἐπεχείρησεν.