Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Τῷ δὲ βασιλεῖ Οὐάλεντι τὴν παῤ Ὀρρόντην Ἀντιόχειαν καταλαβεῖν ἐδόκει. Ἐχομένου δὲ αὐτοῦ τῆς ὁδοῦ, τελευτᾷ τὸν βίον Εὐδόξιος, ἐπὶ ἕνδεκα ἐνιαυτοῖς κρατήσας τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐκκλησιῶν. Ἐπιτρέπεται δὲ ταύτας Δημόφιλος, χειροτονηθεὶς εἰς τὴν αὐτοῦ διαδοχὴν παρὰ τῶν τὰ Ἀρείου φρονούντων.

Οἱ δὲ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, νομίσαντες εἰς καιρὸν αὐτοῖς τάδε συμβεβηκέναι, ψηφζονται Εὐάγριόν τινα ἐπισκοπεῖν αὐτῶν. Χειροτονεῖ δὲ τοῦτον Εὐστάθιος, ὃς τὴν Ἀντιοχέων τῶν Σύρων διεῖπεν ἐκκλησίαν. Μετακληθεὶς γὰρ ὑπὸ Ἰοβιανοῦ ἐκ τῆς ὑπερορίας φυγῆς, λάθρα τότε ἐν

570
Κωνσταντινουπόλει διέτριβε, τοὺς ὁμοδόξους αὐτῷ διδάσκων,

καὶ προτρέπων ἐπὶ τῆς αὐτῆς μένειν περὶ τὸ θεῖον γνώμης. Ἐντεῦθεν οἱ μὲν ἀπὸ τῆς Ἀρείου αἱρέσεως πρὸς στάσιν ἀνακινηθέντες, χαλεπῶς ἐδίωκον τοὺς σπουδαστὰς τῆς Εὐαγρίου χειροτονίας. Ὁ δὲ βασιλεὺς ταῦτα γνοὺς, ἐν Νικομηδείᾳ τέως τὴν ὁδὸν ἐπέσχε: δείσας δὲ περὶ τῆς πόλεως μή τι πάθῃ ὑπὸ στάσεως, σύνοιδε πέμψαι στρατιώτας εἰς Κωνσταντινούπολιν,

οὓς ἱκανοὺς ἐνόμισεν εἰς τοῦτο. Εὐστάθιον δὲ συλληφθέντα, προσέταξεν ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης διάγειν, καὶ Εὐάγριον ἑτέρωθι ἀπάγεσθαι. Καὶ τὰ μὲν ὧδε ἔσχε.