Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὡς τῷ ὁμοίῳ κατ̓ οὐσίαν τὰ αὐτὰ σημαῖνον. Ὡς δὲ τούτων ἔγγραφον ὁμολογίαν αὐτῶν ἔλαβε Λιβέριος, ἐκοινώνησεν αὐτοῖς: καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε, τῆς ὁμονοίας καὶ τῆς περὶ τὸ δόγμα συμφωνίας ἐπαινῶν: καὶ τὰ πρὸς τοὺς πρέσβεις πεπραγμένα ἐμήνυσεν. Ἦν δὲ τῶν ἀμφὶ τὸν Εὐστάθιον, ἡ ὁμολογία ἥδε.

Ὁμολογία Εὐσταθίου, Σιλβανοῦ, Θεοφίλου, τῶν ἀπὸ Μακεδονίας, πρὸς Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον.

Κυρίῳ ἀδελφῷ, καὶ συλλειτουργῷ Λιβερίῳ, Εὐστάθιος, Σιλβανὸς, Θεόφιλος, ἐν Κυρίῳ χαίρειν. Διὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς ἐκκλησίαις σκάνδαλα ἐπισπείρειν, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ἀναιροῦντες, ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ, καὶ

561
Σμύρνῃ, καὶ ἐν ἑτέροις διαφόροις τόποις τῶν ὀρθοδόξων ἐπισκόπων:

ἧς συνόδου πρεσβείαν ποιούμενοι, πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλοὺς καὶ Δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν πίστιν τὴν καθολικὴν κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων βεβαιωθεῖσα, ἀκεραίᾳ καὶ ἀσαλεύτῳ τῇ καταστάσει ἕως νῦν καὶ διηνεκῶς μένει, ἐν ᾗ τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται, ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς: