Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἤδη πρὸς ταῖς πέραν ὄχθαις ἦσαν καὶ ἐξέβαινον. Τῶν δὲ Περσῶν, οἱ μὲν αἰσθόμενοι

527
ἠμύνοντο, καὶ ἀλλήλοις παρεκελεύοντο: τοῖς δὲ ἔτι καθεύδουσιν, ἐπέστησαν οἱ Ῥωμαῖοι. Καὶ ἡμέρας ἐπιγενομένης, εἰς μάχην καθίσταντο: πολλούς τε ἀποβαλόντες καὶ κτείναντες, διέβησαν εἰς τὸν ποταμόν: καὶ τότε μὲν πρὸ τῆς Κτησιφῶντος ἐστρατοπεδεύοντο.

Δόξαν δὲ τῷ βασιλεῖ μηκέτι περαιτέρω χωρεῖν, ἀλλ̓ εἰς τὴν ἀρχομένην ἐπανελθεῖν, τὰς ναῦς ἐμπρήσαντες, ὡς διὰ τὴν φυλακὴν τούτων πολλῶν ἀπομάχων ὄντων, τὴν ἐπάνοδον ἐποιοῦντο, ἐν ἀριστερᾷ Τίγρητα τὸν ποταμὸν ἔχοντες. Ἡγουμένων δὲ τῶν αἰχμαλώτων, τὰ μὲν πρῶτα ἀπήλαυον χώρας εὐφόρου καὶ πάντα ἐπιτήδεια ἐχούσης.

Μετὰ δὲ ταῦτα, πρεσβύτης τὶς ἑλόμενος ἀποθανεῖν ὑπὲρ τῆς πάντων Περσῶν ἐλευθερίας, ἐπίτηδες ἁλῶναι φανεὶς, ὡς ἄκων συλληφθεὶς, ἄγεται παρὰ τὸν ἡγούμενον: ἀνακριθείς τε περὶ τῆς ὁδοῦ, καὶ δόξας ἀληθῆ λέγειν, ἔπεισεν ἵν̓ αὐτῷ ἕπωνται,

τὴν ταχίστην τοῖς Ῥωμαίων ὅροις ἐπιστήσειν τὴν στρατιάν. Μόνον δὲ τριῶν ἢ τεσσάρων

528
ἡμερῶν χαλεπὴν ἔσεσθαι τὴν πορείαν: καὶ χρῆναι τούτων σιτία φέρεσθαι, τῆς γῆς ἐρήμου οὔσης. Ὑπαχθείς τε ὁ βασιλεὺς τοῦ σοφοῦ πρεσβύτου τοῖς λόγοις, ἐδοκίμασε ταύτῃ πορευτέον.

Ἐπεὶ δὲ προσωτέρω χωροῦντες, καὶ μετὰ τρεῖς ἡμέρας ἐνέβαλον τόποις, ὁ μὲν γέρων ὁ αἰχμάλωτος βασανιζόμενος, ὡμολόγησεν ὑπὲρ τῶν οἰκείων αὐτομολῆσαι πρὸς θάνατον, καὶ ἕτοιμος εἶναι πάντα προθύμως ὑπομένειν. Ἀλυούσης δὲ τῆς στρατιᾶς, τῷ τε μήκει τῆς ὁδοῦ, καὶ τῇ ἐνδείᾳ τῶν ἐπιτηδείων, ἤδη τεταλαιπωρηκόσι Περσικὴ παράταξις ἐπέθετο.

Καρτερᾶς δὲ μάχης συστάσης, ἐξαπίνης βίαιος ἀνακινηθεὶς ἄνεμος, τὸν οὐρανὸν καὶ τὸν ἥλιον τοῖς νέφεσιν ἐκάλυψε: τῷ δὲ ἀέρι τὴν κόνιν ἀνέμιξε: σκότους δὲ καὶ πολλῆς ἀχλύος οὔσης, παραδραμών τις ἱππεὺς φέρει ἐπὶ τὸν βασιλέα τὸ δόρυ, καὶ παίει καιρίαν: καὶ τοῦ ἵππου καταβαλὼν, ὅστις ἦν ἀπῆλθε λαθών: λέγουσι δὲ οἱ μὲν, Πέρσην: