Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἷς γὰρ οὐκ ἐλυσιτέλει ζῶν, οὗτοι δὲ ἦσαν οἱ ζῶντες οὐ κατὰ τοὺς νόμους, πάλαι τε ἐπεβούλευον, καὶ τότε δυνηθέντες εἰργάσαντο: τῆς τε ἄλλης ἀδικίας ἀναγκαζούσης, οὐκ ἐχούσης ἐπὶ τῆς ἐκείνου βασιλείας

530
ἐξουσίαν: καὶ μάλιστά γε τοῦ τιμᾶσθαι τοὺς θεοὺς, οὗ τοὐναντίον ἐζήτουν.

Ὅτι κατὰ θεομηνίαν ἀνῃρέθη: καὶ περὶ τῶν ὁράσεων, ἃς ἄνδρες τινὲς περὶ τῆς τελευτῆς αὐτοῦ ἐθεάσαντο, καὶ περὶ τῆς ἀποκρίσεως τοῦ υἱοῦ τοῦ τέκτονος: καὶ ὅτι τὸ αἷμα Ἰουλιανὸς τῷ Χριστῷ ἀνέπεμπε: καὶ ὅσα κακὰ δημοσίᾳ τῇ Ῥωμαίων ἐπεγένετο δἰ αὐτόν.

Καὶ ὁ μὲν Λιβάνιος ὧδέ πη γράφων, Χριστιανὸν ἔσεσθαι ὑποδηλοῖ Ἰουλιανοῦ τὸν σφαγέα: ἴσως δὲ καὶ ἀληθές. Οὐ γὰρ ἀπεικός τινα τῶν τότε στρατευομένων εἰς νοῦν λαβεῖν, ὡς Ἕλληνες καὶ πάντες ἄνθρωποι μέχρι νῦν τοὺς πάλαι τυραννοκτόνους ἐπαινοῦσιν, ὡς ὑπὲρ τῆς πάντων ἐλευθερίας ἑλομένους ἀποθανεῖν, καὶ πολίταις ἢ συγγενέσιν ἢ φίλοις προθύμως ἐπαμύνοντας.

Σχολῇ γε ἄν τις καὶ αὐτῷ μέμψαιτο, διὰ Θεὸν καὶ θρησκείαν ἣν ἐπῄνεσεν ἀνδρείῳ γενομένῳ. Ἐγὼ δὲ, ὅστις μὲν τῇ σφαγῇ ταύτῃ διηκονήσατο,

531
πλὴν τῶν εἰρημένων οὐδὲν ἀκριβῶ. Ὡς δὲ συμφωνοῦντες οἱ λέγοντες ἰσχυρίζονται, ἀψευδὴς λόγος εἰς ἡμᾶς ἦλθε, κατὰ θεομηνίαν αὐτὸν ἀναιρεθῆναι:

καὶ τούτου ἀπόδειξις, θεία ὄψις, ἢν τινὰ τῶν ἐπιτηδείων αὐτῷ ἰδεῖν ἐπυθόμην. Λέγεται γὰρ, ἐπειδὴ πρὸς αὐτὸν ἐν Πέρσαις ὄντα ἠπείγετο, ἔν τινι χωρίῳ καταλῦσαι τῆς λεωφόρου, καὶ ἀπορίᾳ οἰκήματος, ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ καθευδῆσαι: καὶ ὕπαρ ἢ ὄναρ ἰδεῖν, ὡς εἰς ταυτὸν συνελθόντες πολλοὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν ἀπωδύροντο τὴν εἰς τὰς ἐκκλησίας τοῦ κρατοῦντος ὕβριν, καὶ ὅ τι χρὴ ποιεῖν ἐβουλεύοντο.

Ἐπὶ πολὺ δὲ περὶ τούτου διαλογιζομένων καὶ ὥσπερ διαπορουμένων, ἀναστάντες ἐκ μέσων δύο, θαρρεῖν τοῖς ἄλλοις παρεκελεύσαντο: καὶ ὡς ἐπὶ καθαιρέσει τῆς Ἰουλιανοῦ ἀρχῆς ὁρμῶντες,

σπουδῇ τὸν σύλλογον κατέλιπον. Ὁ δὲ ἄνθρωπος ὃς τῶν παραδόξων τούτων ἐγεγόνει θεατὴς, τῆς μὲν ὁδοιπορίας ὠλιγώρει λοιπόν: ὀρρωδῶν δὲ πῆ ἄρα ἐκβήσεται

532
τὸ τέλος τῆς τοιαύτης ὄψεως, πάλιν ἐνθάδε καθεύδων, τὸν αὐτὸν ἰδεῖν σύλλογον, ἐξαπίνης τε ὡς ἀπὸ ὁδοῦ εἰσεληλυθότας οἳ τῇ προτεραίᾳ νυκτὶ ἐπεστράτευσαν Ἰουλιανῷ, καὶ ἀναγγεῖλαι τοῖς ἄλλοις ἀνῃρῆσθαι τοῦτον.

Κατ̓ ἐκείνην δὲ τὴν ἡμέραν καὶ Δίδυμος ὁ ἐκκλησιαστικὸς φιλόσοφος ἐν Ἀλεξανδρείᾳ διατρίβων, οἷά γε τοῦ βασιλέως εἰς τὴν θρησκείαν διασφαλέντος, περίλυπος ὢν, διά τε αὐτὸν ὡς πεπλανημένον, καὶ διὰ τὴν καταφρόνησιν τῶν ἐκκλησιῶν, ἐνήστευέ τε, καὶ τὸν Θεὸν περὶ τούτου ἱκέτευεν.

Ὑπὸ δὲ τῆς μερίμνης, οὐδὲ τῆς νυκτὸς ἐπιγενομένης μεταλαβὼν τροφῆς, ἐπὶ θρόνου καθεζόμενος, εἰς ὕπνον ἠνέχθη: καὶ ὡς ἐν ἐκστάσει γεγονὼς, ἔδοξεν ὁρᾷν ἵππους λευκοὺς ἐν τῷ ἀέρι διατρέχοντας: τοὺς δὲ ἐπ̓ αὐτῶν ὀχουμένους κηρύττειν, Ἀγγείλατε Διδύμῳ, σήμερον περὶ τήνδε τὴν ὥραν Ἰουλιανὸν ἀνῃρῆσθαι: καὶ Ἀθανασίῳ τῷ ἐπισκόπῳ τοῦτο μηνυσάτω: καὶ ἀναστὰς ἐσθιέτω.

Καὶ ἃ μὲν τεθέανται ὅ τε Ἰουλιανοῦ

533
οἰκεῖος, καὶ ὁ φιλόσοφος, ὧδε γενέσθαι ἐπυθόμην. Καὶ οὐδέτερος ἐν οἷς τεθέατο τῆς ἀληθείας διήμαρτεν, ὡς ἐμηνύθη ὕστερον. Ὧι δὲ ταῦτα οὐκ ἀρκεῖ εἰς ἀπόδειξιν τοῦ θεόθεν αὐτὸν ἀναιρεθῆναι, ὡς ταῖς ἐκκλησίαις αὐτοῦ λυμαινόμενον, καὶ τὴν προφητείαν εἰς νοῦν λαβέτω ἣν ἐκκλησιαστικὸς ἀνὴρ προηγόρευσε.

Μέλλοντος γὰρ αὐτοῦ ἐπὶ Πέρσας στρατεύειν, καὶ μετὰ τὸν πόλεμον κακῶς ποιήσειν τὰς ἐκκλησίας ἐπαπειλοῦντος, καὶ ἐπιτωθάζοντος ὡς οὐδὲν αὐτοῖς ἐπαμύνειν δυνήσεται ὁ τοῦ τέκτονος υἱὸς, ὡδὶ λέγων ἀπεφῄνατο: Οὗτος δὲ ὁ τοῦ τέκτονος υἱὸς θήκην αὐτῷ ξυλίνην πρὸς θάνατον κατασκευάζει.