Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα, καὶ

452
ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς εὖ μάλα γράψας προσεκαλέσατο πρὸς αὐτὸν,

δημόσια ὑποζύγια δεδωκώς. Ἐκ τοιαύτης δὲ αἰτίας καὶ Ἐλεύσιον τὸν Κυζικου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε, ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλεν. Καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τὶς, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος, τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο.

Ὅτι καὶ Ἀθανάσιος τότε ἐπὶ χρόνοις ἑπτὰ παρὰ παρθένῳ σώφρονι καὶ ὡραίᾳ κρυπτόμενος, ἀνεφάνη, καὶ τῆς Ἀλεξάνδρου ἐπέβη.

Ἐν δὲ τῷ τότε καὶ Ἀθανάσιος τὸν πρὸ τούτου χρόνον λανθάνων ὅπη διέτριβεν, ἀγγελθείσης τῆς Κωνσταντίου τελευτῆς, ἀνεφάνη νύκτωρ ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Ἦν δὲ τοῦτο εἰκότως παράδοξον, ἐξαπίνης ὧδε παρὰ τὴν προσδοκίαν συμβάν.

453
Ἡνίκα γὰρ ἐξ ἐπιβουλῆς τῶν Γεωργίου ἐπιτηδείων, προστάξαντος τοῦ βασιλέως, σπουδάσας αὐτὸν συλλαβέσθαι ὁ τῶν ἐν Αἰγύπτῳ ταγμάτων ἡγεμὼν ἀπέτυχεν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, διαφυγὼν μέχρι τῆς παρούσης ἡγεμονίας,

παρά τινα παρθένον ἱερὰν ἐν Ἀλεξανδρείᾳ ἐκρύπτετο. Ἣν ἐπὶ τοσούτῳ κάλλει τὰς τότε γυναῖκας ὑπερβάλλεσθαι παρειλήφαμεν, ὡς θαῦμα μὲν αὐτὴν εἶναι τοῖς ὁρῶσι: φευκτέαν δὲ τοῖς ἐπιείκειαν καὶ σωφροσύνην ἐπαγγελλομένοις, ἵνα μή τινα ψόγον ἐξ ὑπονοίας αὐτοῖς προστρίψηται. Ἦν γὰρ καὶ ἐν ἀκμῇ τῆς ὥρας, σεμνή τε καὶ σώφρων εἰς ἄγαν: ἣ μηδὲ τῆς φύσεως συλλαμβανούσης, διακοσμεῖν εἴωθε τὸ σῶμα εἰς εὐπρέπειαν κάλλους.