Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τῷ δὲ κοινῷ τῶν πόλεων πολλάκις ἔγραφεν: εἰ μὲν πρὸς Ἑλληνισμὸν τετραμμένας ἔγνω, προτρέπων αἰτεῖν ἃς βούλονται δωρεάς: ταῖς δὲ χριστιανιζούσαις προφανῶς ἀπηχθάνετο, μήτε ἐπιδημεῖν αὐτὸς ἀνεχόμενος, μήτε πρεσβευόντων περὶ τῶν λυπούντων τὰς πρεσβείας δεχόμενος.

Ἀμέλειτοι προσδοκωμένων τότε Περσῶν ἐπιστρατεύειν, πρεσβευομένοις περὶ τούτου Νισιβηνοῖς, ὡς παντελῶς χριστιανίζουσι, καὶ μήτε τοὺς ναοὺς ἀνοίγουσι, μήτε εἰς τὰ ἱερὰ φοιτῶσιν, ἠπείλησε μὴ βοηθεῖν, μήτε πρεσβείαν δέχεσθαι, καὶ ὡς ἐναγοῦς τῆς αὐτῶν πόλεως μὴ ἐπιβήσεσθαι πρότερον, εἰ μὴ πύθοιτο εἰς Ἑλληνισμὸν μεταβαλόντας.

Παραπλήσια δὲ καὶ τοῖς ἐν Παλαιστίνῃ Κωνσταντιεῦσιν ἐγκαλῶν, προσένειμε Γαζαίοις τὸν αὐτῶν πόλιν.

443
Ταύτην γὰρ τὴν Κωνσταντίαν, ὡς ἐκ τῶν πρόσθεν ἔγνωμεν, ἐπίνειον Γαζαίων οὖσαν καὶ Μαϊουμᾶν προσαγορευομένην, μαθὼν Κωνσταντῖνος ἐς τὰ μάλιστα τὴν Χριστιανῶν θρησκείαν πρεσβεύειν, ἀξίᾳ πόλεως ἐτίμησε, καὶ Κωνσταντίῳ τῷ παιδὶ ἐπωνόμασε, καὶ καθ̓ ἑαυτὴν πολιτεύεσθαι διετάξατο: λογισάμενος ἄδικον εἶναι, τελεῖν ὑπὸ Γαζαίοις ἐς ἄγαν Ἑλληνίζουσιν.