Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπὶ τούτῳ δὲ καὶ ἄλλο ξυνηνέχθη, τοῦ προτέρου σαφέστερόν τε καὶ παραδοξότερον. Αὐτομάτως γὰρ πάντων ἡ ἐσθὴς τῷ σημείῳ τοῦ σταυροῦ κατεσημάνθη: καὶ τρόπον τινὰ ἄστρασι πεποικιλμένα τὰ ἐσθήματα εἶχον, ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα.

Ἐκ τούτου δὲ, τοῖς μὲν αὐτίκα ἐκρίθη Θεὸν εἶναι τὸν Χριστὸν, καὶ μὴ ἀρεσθῆναι τῇ ἀνανεώσει τοῦ ναοῦ: οἱ δὲ, οὐκ εἰς μακρὰν προσέθεντο τῇ ἐκκλησίᾳ καὶ ἐμυήθησαν, καὶ ὕμνοις καὶ ἱκεσίαις ὑπὲρ τῶν τετολμημένων αὐτοῖς, τὸν Χριστὸν ἱλάσκοντο.

Ταῦτα ὅτῳ πιστὰ οὐ καταφαίνεται, πιστούσθωσαν οἱ παρὰ τῶν θεασαμένων ἀκηκοότες ἔτι τῷ βίῳ περιόντες: πιστούσθωσαν

522
δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ἡμιτελὲς τὸ ἔργον καταλιπόντες: μᾶλλον δὲ, οὐδὲ ἄρξασθαι τοῦ ἔργου δυνηθέντες.

περὶ τῆς εἰς Πέρσας ἐκστρατείας Ἰουλιανοῦ, καὶ ὡς ἡττήθη, καὶ κακῶς ἐξέρρηξε τὴν ψυχὴν. Καὶ οἷα Λιβάνιος γράφει περὶ τοῦ ἀνελόντος αὐτόν.

523
ὍΣΑ μὲν δὴ ἐν τῇ Ἰουλιανοῦ βασιλείᾳ συγκυρῆσαι ταῖς ἐκκλησίαις ἔγνων, ἐν τοῖς πρόσθεν δεδήλωται. Ἅμα δὲ ἦρι ἀρχομένῳ δόξαν αὐτῷ ἐπιστρατεῦσαι Πέρσαις, ἐν τάχει διέβη τὸν Εὐφράτην ποταμόν: παραδραμών τε τὴν Ἔδεσαν, διὰ μῖσος ἴσως τῶν ἐνοικούντων, ἐπεὶ ἀρχῆθεν πανδημεὶ χριστιανίζειν ἔλαχεν
524
ἥδε ἡ πόλις, ἦκεν εἰς Κάρρας: ἔνθα δὴ Διὸς ἱερὸν εὑρὼν, ἔθυσε καὶ ηὔξατο.

Τὸ δὲ ἀπὸ τούτου, ἐκ τῶν ἑπομένων στρατευμάτων ἀμφὶ δισμυρίους ὁπλίτας ἐπὶ Τίγρητα ποταμὸν ἔπεμψε, φυλακῆς ἕνεκα τῶν τόπων, καὶ εἰς καιρὸν αὐτῷ παρεσομένους, ἡνίκα καλέσοι: Ἀρσακίῳ δὲ τῷ Ἀρμενίων ἡγουμένῳ συμμαχοῦντι Ῥωμαίοις, ἔγραψε συμμίξαι περὶ τὴν πολεμίαν.

Ἀπαυθαδειασάμενός τε πέρα τοῦ μετρίου ἐν τῇ ἐπιστολῇ, καὶ αὐτὸν μὲν ἐξάρας ὡς ἐπιτήδειον πρὸς ἡγεμονίαν, καὶ φίλον οἷς ἐνόμιζε θεοῖς, Κωνσταντίῳ τε ὃν διεδέξατο, ὡς ἀνάνδρῳ καὶ ἀσεβεῖ λοιδορησάμενος, ὑβριστικῶς μάλα ἠπείλησεν αὐτῷ: καὶ ἐπεὶ Χριστιανὸν ὄντα ἐπυνθάνετο, ἐπιτείνων τὴν ὕβριν, ἢ βλασφημεῖν ἃ μὴ θέμις σπουδάζων εἰς τὸν χριστὸν, τοῦτο γὰρ εἰώθει παῤ ἕκαστα τολμᾷν, ἀπεκόμπασεν: ὑποδηλῶν ὡς οὐκ ἐπαμύνοι ὃν ἡγεῖται Θεὸν ὀλιγωροῦντι τῶν προστεταγμένων.

Ἐπεὶ δὲ ταῦτα καλῶς ἔχειν ἐνόμισε, παραλαβὼν τὴν Ῥωμαίων στρατιὰν,

525
ἧγε διὰ τῆς Ἀσσυρίων. Καὶ πόλεις τινὰς καὶ φρούρια, τὰ μὲν προδοσίᾳ, τὰ δὲ πολέμῳ εἷλεν, ἀπερισκέπτως τε εἰς τὸ πρόσθεν ἤει, μηδὲν τῶν κατόπιν προνοῶν, καὶ ὅτι γε δεήσει τὴν αὐτὴν πάλιν ἐπανελθεῖν. Ἀλλ̓ ὅπερ ᾕρει, δεινῶς ἐπόρθει: ταμιεῖα τε καὶ τ̓ ἄλλα, τὰ μὲν κατέσκαπτε:

τὰ δ̓ ἐπίμπρα. Πορευόμενος δὲ παρὰ τὸν Εὐφράτην, οὐ πόρρωθεν ἀφίκετο Κτησιφῶντος. Πόλις δὲ αὕτη μεγάλη, καὶ τὰ Περσῶν βασίλεια νῦν ἀντὶ Βαβυλῶνος ἔχουσα: ῥεῖ δὲ αὐτῆς οὐκ ἀπὸ πολλοῦ ὁ Τίγρης: ὡς δὲ ταῖς ναυσὶν οὐκ ἐχώρει διὰ τὴν μέσην γῆν τῷ Κτησιφῶντι προσελθεῖν, ἀλλ̓ ἐπ̓ ἀνάγκης ἐφαίνετο, ἢ τὴν πόλιν παριέναι, ἢ τῶν πλοίων καταφρονεῖν, ἀνακρίνας τινὰς τῶν αἰχμαλώτων, εὗρε διώρυγα ναυσίπορον ἀναχωσθεῖσαν τῷ χρόνῳ: καὶ διατεμὼν τὸ διεῖργον, εἵλκυσε τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα.

Ταύτῃ τε τῷ στρατῷ παραπλεούσας ἔχων τὰς ναῦς, ἐπὶ τὴν πόλιν ἐχώρει. Σὺν πολλῇ δὲ παρασκευῇ ἱππέων καὶ ὁπλιτῶν

526
καὶ ἐλεφάντων τῶν Περσῶν φανέντων ἐπὶ τῆς ὄχθης τοῦ Τίγρητος, ἰδὼν ἐν πολεμίᾳ γῇ μέσον δύο μεγίστων ποταμῶν πολιορκουμένην αὐτῷ τὴν στρατιὰν, καὶ λιμῷ διαφθαρῆναι κινδυνεύουσαν, ἤν τε μένοιεν αὐτόθι, ἤν τε τὴν αὐτὴν ὁδὸν ὑποστρέφοιεν, τῶν πόλεων καὶ τῶν κωμῶν δἰ ὧν ἦλθον κατηρειμμένων, καὶ τὰ ἐπιτήδεια μὴ ἐχουσῶν, κέλησιν ἆθλα προθεὶς,

ἐπὶ θέαν ἱπποδρομίας τοὺς στρατιώτας ἐκάθισεν. Ἐν τούτῳ δὲ τοὺς προεστῶτας τῶν πλοίων ἐκέλευσεν ἀποβαλεῖν τὰ φορτία καὶ τὸ σιτηρέσιον τῆς στρατιᾶς, ὅπως ἐν κινδύνῳ σφᾶς ἰδόντες οἱ στρατιῶται, ὡς ἐπυθόμην, ἀπορίᾳ τῶν ἐπιτηδείων εἰς θράσος τράπωνται, καὶ προθυμότερον τοῖς πολεμίοις μαχέσωνται. Συγκαλέσας δὲ τοὺς στρατηγοὺς ὁ βασιλεὺς καὶ τοὺς ταξιάρχας μετὰ τὸ δεῖπνον, ἐνεβίβασε τοὺς στρατιώτας εἰς τὰς ναῦς. Οἱ δὲ, ἐκ νυκτὶ τὸν Τίγρητα πλεύσαντες,

ἤδη πρὸς ταῖς πέραν ὄχθαις ἦσαν καὶ ἐξέβαινον. Τῶν δὲ Περσῶν, οἱ μὲν αἰσθόμενοι

527
ἠμύνοντο, καὶ ἀλλήλοις παρεκελεύοντο: τοῖς δὲ ἔτι καθεύδουσιν, ἐπέστησαν οἱ Ῥωμαῖοι. Καὶ ἡμέρας ἐπιγενομένης, εἰς μάχην καθίσταντο: πολλούς τε ἀποβαλόντες καὶ κτείναντες, διέβησαν εἰς τὸν ποταμόν: καὶ τότε μὲν πρὸ τῆς Κτησιφῶντος ἐστρατοπεδεύοντο.