Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Φιλεῖ γάρ πως ἡ ἀνθρωπίνη φύσις ἐν τοῖς καθ̓ ἡδονὴν πρὸς τὸ ἀσύμφορον ῥέπειν, καὶ τοῦτο μόνον συνοίσειν οἴεσθαι ὃ κατορθοῦν βούλεται: ἀτεχνῶς τε ὑπὸ τῆς ἐντεῦθεν ἀπάτης κεκρατημένη, οὔτε προμηθείᾳ τινὶ τὸ συμφέρον ἰδεῖν δύναται, οὔτε πείρᾳ κινδύνων σωφρονιζομένη πρὸς τὸ δέον ἀνανήφει: ὁποῖον καὶ τοῖς Ἰουδαίοις τότε συμβεβηκέναι ἡγοῦμαι.

Ἱκανοῦ γὰρ ὄντος τοῦ προτέρου κωλύματος, καὶ φανερῶς ἐπιδείξαντος ὡς χαλεπαίνει τὸ θεῖον ἐπὶ τῷ γινομένῳ, πάλιν ἀνήνυτα ἐσπούδαζον. Λόγος οὖν ἅμα τε τὸ δεύτερον ἐνεχείρουν τῷ ἔργῳ, καὶ πῦρ ἐξαίφνης ἐκ τῶν θεμελίων τοῦ ἱεροῦ ἀνέθορε, καὶ

521
πολλοὺς ἀνήλωσε: καὶ τοῦτο πρὸς πάντων ἀδεῶς λέγεταί τε καὶ πιστεύεται, καὶ παῤ οὐδενὸς ἀμφιβάλλεται: πλὴν ὅτι οἱ μὲν φασὶν, ὅτι βιαζομένους αὐτοὺς εἰς τὸ ἱερὸν προϊέναι, φλὸξ ἀπαντήσασα, τὸ εἰρημένον εἰργάσατο: οἱ δὲ, ἅμα ἤρξαντο τὸν χοῦν ἐκφορεῖν. Ἀλλ̓ εἴτε τοῦτο τὶς, εἴτε τὸ πρότερον δέξαιτο, ἑκάτερον εἰς θαῦμα παραπλήσιον.

Ἐπὶ τούτῳ δὲ καὶ ἄλλο ξυνηνέχθη, τοῦ προτέρου σαφέστερόν τε καὶ παραδοξότερον. Αὐτομάτως γὰρ πάντων ἡ ἐσθὴς τῷ σημείῳ τοῦ σταυροῦ κατεσημάνθη: καὶ τρόπον τινὰ ἄστρασι πεποικιλμένα τὰ ἐσθήματα εἶχον, ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα.

Ἐκ τούτου δὲ, τοῖς μὲν αὐτίκα ἐκρίθη Θεὸν εἶναι τὸν Χριστὸν, καὶ μὴ ἀρεσθῆναι τῇ ἀνανεώσει τοῦ ναοῦ: οἱ δὲ, οὐκ εἰς μακρὰν προσέθεντο τῇ ἐκκλησίᾳ καὶ ἐμυήθησαν, καὶ ὕμνοις καὶ ἱκεσίαις ὑπὲρ τῶν τετολμημένων αὐτοῖς, τὸν Χριστὸν ἱλάσκοντο.

Ταῦτα ὅτῳ πιστὰ οὐ καταφαίνεται, πιστούσθωσαν οἱ παρὰ τῶν θεασαμένων ἀκηκοότες ἔτι τῷ βίῳ περιόντες: πιστούσθωσαν

522
δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, ἡμιτελὲς τὸ ἔργον καταλιπόντες: μᾶλλον δὲ, οὐδὲ ἄρξασθαι τοῦ ἔργου δυνηθέντες.

περὶ τῆς εἰς Πέρσας ἐκστρατείας Ἰουλιανοῦ, καὶ ὡς ἡττήθη, καὶ κακῶς ἐξέρρηξε τὴν ψυχὴν. Καὶ οἷα Λιβάνιος γράφει περὶ τοῦ ἀνελόντος αὐτόν.

523
ὍΣΑ μὲν δὴ ἐν τῇ Ἰουλιανοῦ βασιλείᾳ συγκυρῆσαι ταῖς ἐκκλησίαις ἔγνων, ἐν τοῖς πρόσθεν δεδήλωται. Ἅμα δὲ ἦρι ἀρχομένῳ δόξαν αὐτῷ ἐπιστρατεῦσαι Πέρσαις, ἐν τάχει διέβη τὸν Εὐφράτην ποταμόν: παραδραμών τε τὴν Ἔδεσαν, διὰ μῖσος ἴσως τῶν ἐνοικούντων, ἐπεὶ ἀρχῆθεν πανδημεὶ χριστιανίζειν ἔλαχεν
524
ἥδε ἡ πόλις, ἦκεν εἰς Κάρρας: ἔνθα δὴ Διὸς ἱερὸν εὑρὼν, ἔθυσε καὶ ηὔξατο.