Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς

435
βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ̓ ἡλικίαν ἐχρῶντο, καὶ λόγων διδασκάλοις, καὶ τοῖς ὑφηγηταῖς τῶν ἁγίων γραφῶν: ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι, καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς ἐκκλησιαστικὰς βίβλους.

Οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων, τὴν εὐσέβειαν ἐπεδείκνυντο: περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας, καὶ τοὺς ἄλλως ἀγαθοὺς, καὶ περὶ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες, καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας γεραίροντες.

Τηνικαῦτα γοῦν φασὶν αὐτοὺς, σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος, εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον: ἀμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν.

Τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου, καὶ κατὰ γνώμην προὐχώρει: τῶν δὲ Ἰουλιανοῦ πονημάτων, τὰ μὲν ἠρείπωτο: τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο:

436
τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. Πᾶσι δὲ εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα.

Καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη. Οἱ δὲ ἐξ ἐκείνου συνέβαλον, μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ̓ εὐσεβεῖν πλάττεσθαι, πρὸς Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον, καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον.

Προὔδωκε δὲ, ὡς λέγεται, τὴν πατρῴαν θρησκείαν, συνουσίαις μάντεων ὑπαχθεὶς τὰ πρῶτα. Μετὰ χρόνον γάρ τινα παυσαμένου Κωνσταντίου τῆς ὀργῆς, Γάλλος μὲν εἰς τὴν Ἀσίαν ἐλθὼν, ἐν Ἐφέσῳ διέτριβεν, ἔνθα δὴ τὰ πλείω τῆς οὐσίας εἶχεν. Ἰουλιανὸς δὲ, εἰς Κωνσταντινούπολιν ἐπανελθὼν, τοῖς ἐκεῖσε διδασκάλοις ἐφοίτα: φύσεως δὲ εὖ ἔχων, καὶ τοῖς μαθήμασι ῥᾳδίως ἐπιδιδοὺς, οὐκ ἐλάνθανεν. Ἐν ἰδιώτου γὰρ σχήματι τὰς προόδους ποιούμενος, πολλοῖς συνεγίνετο. Ἐπεὶ δὲ οἷα φιλεῖ, ἐν ὁμίλῳ καὶ βασιλευούσῃ

437
πόλει, ἀδελφὸς ὢν τοῦ κρατοῦντος, καὶ πράγματα διοικεῖν ἱκανὸς εἶναι φαινόμενος, προσεδοκᾶτο βασιλεύειν, καὶ πολὺς περὶ αὐτοῦ τοιοῦτος ἐκράτει λόγος,

προσετάχθη ἐν Νικομηδείᾳ διάγειν. Ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ Ἐφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο, καὶ μίσους τῆς Χριστιανῶν θρησκείας: καὶ οἷα μάντις, ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλλούμενον. Ὁ δὲ, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλπίσι, φίλον ἔσχε τὸν Μάξιμον.

Τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων, δείσας ἐν χρῷ ἐκείρατο, καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον: λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. Ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει,

ἑτοιμότερον ὑπήχθη, καὶ ἐπτοεῖτο περὶ τάδε. Θαυμάζων

438
τε εἴ τίς ἐστι τέχνη προσημαίνουσα τὸ μέλλον, καὶ ἀναγκαίαν ἡγούμενος τὴν ταύτης μάθησιν, ὧν μὴ δεῖ Χριστιανοῖς εἰς πεῖραν προήχθη: καὶ τὸ ἐξ ἐκείνου τοῖς ταῦτα μετιοῦσιν ἐχρῆτο φίλοις. Ὧδε δὲ ἔχων γνώμης, ἧκεν εἰς Ἀσίαν ἀπὸ Νικομηδείας: καὶ συγγενόμενος ἐκεῖσε τοιούτοις,