Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

πάντα παρέσχεν ὧνπερ ἐδέησε. Καὶ Ἐλεύσιον δὲ τὸν παῤ αὐτοῖς ἐπίσκοπον τῆς πόλεως εἷρξεν, ὡς λυμῃνάμενον τοῖς ναοῖς, καὶ τοῖς τεμένεσιν ἐνυβρίσαντα, καὶ χηροτροφεῖα κατασκευάσαντα, καὶ παρθενῶνας ἱερῶν παρθένων συστησάμενον,

καὶ τοὺς Ἑλληνιστὰς πείθοντα τῶν πατρίων ἀμελεῖν. Ἀπηγόρευσε δὲ καὶ τοῖς σὺν αὐτῷ ξένοις Χριστιανοῖς, μὴ ἐπιβαίνειν Κυζίκῳ: αἰτίαν ἐπαγαγὼν, ὡς εἰκὸς, αὐτοὺς τῆς θρησκείας ἕνεκα στασιάσαι: συναιρομένων αὐτοῖς καὶ παραπλησίως περὶ τὸ θεῖον φρονούντων τῶν ἀπὸ τῆς πόλεως Χριστιανῶν, καὶ τῶν δημοσίων ἐριουργῶν καὶ τῶν τεχνιτῶν τοῦ νομίσματος.

Οἳ πλῆθος ὄντες, καὶ εἰς δύο τάγματα πολυάνθρωπα διακεκριμένοι, ἐκ προστάγματος τῶν πρὶν βασιλέων, ἅμα

484
γυναιξὶ καὶ οἰκείοις ἀνὰ τὴν Κύζικον διέτριβον, ἔτους ἑκάστου ῥητὴν ἀποφορὰν τῷ δημοσίῳ κατατιθέντες, οἱ μὲν στρατιωτικῶν χλαμύδων: οἱ δὲ, νεουργῶν νομισμάτων.

Ἐπεὶ γὰρ ἐκ παντὸς τρόπου δέδοκτο αὐτῷ συστῆσαι τὸν Ἑλληνισμὸν, βιάζεσθαι μὲν ἢ τιμωρεῖσθαι τοὺς δήμους μὴ θέλοντας θύειν ἀβουλίας νενόμικεν. Σχολῇ γὰρ ἂν τοσούτων καθ̓ ἑκάστην πόλιν οἱ ἄρχοντες τὸν ἀριθμὸν μόνον ἀπεγράψαντο: οὐ μὴν οὐδὲ συνιέναι καὶ κατὰ γνώμην εὔχεσθαι διεκώλυεν. Ἤιδει γὰρ ὡς οὐκ ἀνάγκῃ ποτὲ κατορθωθείη τὰ προαιρέσεως ἑκουσίας εἰς σύστασιν δεόμενα.

Τοὺς δὲ κληρικοὺς καὶ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν ἀπελαύνειν τῶν πόλεων ἔσπευδε: τὸ μὲν ἀληθὲς εἰπεῖν, τῇ τούτων ἀπουσίᾳ πραγματευόμενος διαλῦσαι τῶν λαῶν τὰς συνόδους: ὥστε μήτε τοὺς ἐκκλησιάζοντας, μήτε τοὺς διδάσκοντας ἔχειν, μήτε μυστηρίων μεταλαμβάνειν, καὶ τῷ πολλῷ χρόνῳ ἐμπεσεῖν εἰς

485
λήθην τῆς οἰκείας θρησκείας. Σκεπτόμενος δὲ ὡς οἱ κληρικοὶ εἰς διάστασιν τὰ πλήθη ἄγουσιν.

Οὕτως οὖν οὔτε στάσεως γενομένης, οὔτε γίνεσθαι προσδοκωμένης,

ἐξιέναι Κυζίκου τὸν Ἐλεύσιον καὶ τοὺς σὺν αὐτῷ προσέταξε. Βοστρηνοὺς δὲ δημοσίῳ κηρύγματι προὐτρέψατο διῶξαι τῆς αὐτῶν πόλεως Τῖτον τὸν τότε τῆς ἐνθάδε ἐκκλησίας ἐπίσκοπον. Ὡς γὰρ ἠπείλησεν αὐτὸν καὶ τοὺς κληρικοὺς ἐν αἰτίᾳ ποιήσειν εἰ στασιάσαι τὸ πλῆθος, βιβλίον πρὸς βασιλέα διεπέμψατο Τῖτος, καὶ διεμαρτύρατο ἐφάμιλλον μὲν εἶναι τῷ Ἑλληνικῷ πλήθει τὸ Χριστιανικόν: ἠρεμεῖν δὲ τοῦτο, καὶ ταῖς αὐτοῦ παραινέσεσιν ἀγόμενον μηδὲν στασιῶδες ἐννοεῖν.