Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καταμηνυθεὶς δὲ ὅστις εἴη καὶ οἷος ὑπὸ δαιμονῶντος ἀνδρὸς τῶν ἐπισήμων, τοῦ δαιμονᾷν αὐτὸν ἀπαλλάξας, ἦλθεν εἰς Δαλματίαν. Μέγιστά τε καὶ παράδοξα σὺν θείᾳ δυνάμει κἀνταῦθα κατορθώσας, ὡς καὶ τὴν θάλασσαν εὐχῇ στῆσαι ἐξ ὑπονοστήσεως ἐπικλύσαι τὴν ξηρὰν κατατρέχουσαν,

πάλιν ἔνθεν ἀνεχώρησεν. Οὐ γὰρ καταθύμιον ἦν αὐτῷ, διατρίβειν παρὰ τοῖς ἐπαινοῦσιν: ἀλλ̓ ἐν τῷ τοὺς τόπους ἀμείβειν, ἐσπούδασεν ἄδηλος εἶναι, καὶ τὴν κρατοῦσαν περὶ αὐτοῦ δόξαν διαλύειν ταῖς συχναῖς μετοικήσεσι.

467

Τὸ δὴ τελευταῖον παραπλέων τὸν Κύπρον, κατῇρεν εἰς Πάφον. Προτραπείς τε παρὰ τοῦ τότε Κυπρίων ἐπισκόπου, ἠγάπησε τὴν ἐνθάδε διατριβὴν, καὶ περὶ Χάρβυριν, χωρίον οὕτως ἐπονομαζόμενον, ἐφιλοσόφει. Τοῦ μὲν οὖν μὴ μαρτυρῆσαι τὸν ἄνδρα τοῦτον, αἴτιον ἡ φυγή: ἔφυγε δὲ, καθότι πρόσταγμά ἐστιν ἱερὸν, μὴ περιμένειν τοὺς διώκοντας: εἰ δὲ ληφθεῖεν διωκόμενοι, ἀνδρείους γενέσθαι, καὶ κρείττους τῆς τῶν διωκόντων ἀνάγκης.

Οὐ παρὰ μόνοις δὲ Γαζαίοις καὶ Ἀλεξανδρεῦσι τὰ εἰρημένα κατὰ τῶν Χριστιανῶν ἐτολμήθη: φαίνονται δὲ τούτους ὠμότητος ὑπερβολῇ νενικηκότες, οἱ τὴν πρὸς τῷ Λιβάνῳ Ἡλιούπολιν, καὶ τὴν Ἀρέθουσαν τῆς Συρίας οἰκοῦντες.

Οἱ μὲν γὰρ, ἄπιστον δὲ καὶ λέγειν, εἰ μή τινες τῶν κατ̓ ἐκεῖνο καιροῦ γεγονότων ἀνήγγειλαν, παρθένους ἱερὰς ἀήθεις ὁρᾶσθαι παρὰ πλήθους, δημοσίᾳ γυμνὰς ἐσθῆτος ἵστασθαι κατηνάγκασαν, εἰς κοινὸν τῶν βουλομένων θέατρόν τε καὶ ὕβριν: ἐμπαροινήσαντες δὲ

468
πρότερον ᾗ ἐδόκει, τὸ τελευταῖον ἀνέκειρον αὐτάς: καὶ διχῆ ἀνατεμόντες, ἐπὶ τὴν βρῶσιν τῶν ἐγκάτων προσεκαλοῦντο τοὺς χοίρους, συνήθει τούτοις τροφῇ ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ὥστε μὴ ῥᾳδίως τοὺς ὗς διακρίνειν, ἀλλ̓ ἐξ ἀνάγκης τῆς συνήθους τροφῆς ὀρεγομένους, καὶ τὰ ἀνδρόμεα κρέα σπαράττειν.

Ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς Ἡλιουπολίτας, τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον. Ὁ γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν Ἡλιουπόλει τῆς Ἀφροδίτης νεὼν, τότε πρῶτον παῤ αὐτοῖς ἐκκλησίαν ἐδείματο,

καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας. Ἀρεθούσιοι δὲ Μάρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιᾷ τε καὶ βίῳ αἰδέσιμον, ἐλεεινῶς διεχρήσαντο. Τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον: προθυμότερον γὰρ ἢ κατὰ πειθὼ, Κωνσταντίου βασιλεύοντος, τοὺς Ἑλληνιστὰς εἰς

469
Χριστιανισμὸν ἐπανῆγε, καὶ τὸν παῤ αὐτοῖς σεμνότατον καὶ πολυτελέστατον ναὸν καθεῖλεν.

Ἐπεὶ δὲ μετέπεσεν εἰς Ἰουλιανὸν ἡ ἀρχὴ, κεκινημένον ἐπ̓ αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς, ἢ τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτίσαι, ἢ τοῦτον ἀνοικοδομῆσαι: λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ ἄλλως ἀθέμιτον τὸ δεύτερον, μήτι γὲ δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα.

Μαθὼν δὲ δἰ αὐτὸν κινδυνεύειν πολλοὺς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς, καὶ ἐθελοντὴς ὅ τι βούλοιντο αὐτὸν δρᾷν τῷ πλήθει προσήγαγεν.