Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἱ δὲ, ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες, πᾶς ὁ δῆμος ἐπ̓ αὐτὸν ἐχώρησε: καὶ διὰ τῶν ἀγυιῶν εἷλκον, ὠθοῦντες καὶ τίλλοντες, καὶ ᾗ ἔτυχε τῶν μελῶν, ἕκαστος παίοντες: ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ, καὶ πάσῃ ἡλικίᾳ, μετὰ

470
προθυμίας καὶ ὀργῆς: ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν: παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες, παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα: καὶ μετεωρίζοντες αὐτὸν, καὶ πρὸς ἑαυτὸν κυλίοντες, ἀντέπεμπόν τε καὶ ἀνεδέχοντο ταῖς γραφίσι, καὶ ἀφειδῶς κατεκέντουν.

Ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν, καὶ σαργάνῃ ἐμβαλόντες, πλέγμα δὲ τοῦτο ὁλόσχοινον, εἰς ὕψος ᾖραν. Ἡνίκα δὴ λέγεται, σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν, πρὸς τοὺς Ἀρεθουσίους εἰπεῖν, ὡς αὐτὸς ὑψηλὸς εἴη: τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι τὰ μετὰ ταῦτα.

Λόγος δὲ τὸν τότε ὕπαρχον, Ἑλληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μάρκον τῆς ἐγκρατείας, παρρησιάσασθαι πρὸς τὸν βασιλέα, καὶ μέμψασθαι,

471
ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παῤ ἑνὸς γέροντος, πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου: καὶ κινδυνεύειν αὐτοὺς γελοίους εἶναι:

ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. Ὁ μὲν οὖν μακάριος, ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν Ἀρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν Ἑλληνιστῶν.

Περὶ Μακεδονίου, Θεοδούλου, Γρατιανοῦ, Βουσίριδος, Βασιλείου καὶ Εὐψυχίου, τῶν ἐν ἐκείνοις τοῖς χρόνοις μαρτυρησάντων.

Ἐν δὲ τῷ τότε, καὶ Μακεδόνιος, Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες, ἀνδρείως ἐμαρτύρησαν. Ἐπεὶ γὰρ ἐν Μίσῳ, πόλις δὲ ἥδε Φρυγῶν, τὸν ἐνθάδε νεὼν ἠνέῳξε, καὶ ὑπὸ χρόνων ῥυποῦντα ἐξεκάθῃρεν ὁ τοῦ ἔθνους ἡγούμενος,

νύκτωρ ἐπεισελθόντες, τὰ ἀγάλματα συνέτριψαν. Ὡς αἰτίων δὲ τούτων συλληφθέντων

472
ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων, σφᾶς αὐτοὺς κατεμήνυσαν.

Ἐξὸν δὲ εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ὁ ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις: τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς, πῦρ ὑφῆψεν: οἱ δὲ, καιόμενοι, Εἰ κρεῶν ὀπτῶν, ἔφασαν, ἐπιθυμεῖς, ὦ Ἀμάχιε, τοῦτο γὰρ ὄνομα ἦν τῷ ἄρχοντι, καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα. Καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι,