Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ καθῃρημένων τῶν τυράννων ἐδόκει τῶν συμβάντων κακῶν ἡσυχίαν ἔχειν Κωνστάντιος, καταλιπὼν τὸ Σίρμιον, ἐπὶ τὴν πρεσβυτέραν ᾔει Ῥώμην. Ἐνταῦθα γὰρ ἐβούλετο τὴν κατὰ τῶν τυράννων ἐπινίκιον ἐπιτελεῖν πομπήν: κατὰ ταυτὸν δὲ νομίσας δύνασθαι τοὺς ἑκατέρας ἀρχομένης ἐπισκόπους ὁμόφρονας περὶ τὸ δόγμα καταστῆσαι,

σύνοδον αὖθις ἐν Ἰταλίᾳ γενέσθαι προσέταξεν. Ἐν τούτῳ δὲ Ἰούλιος ἐτελεύτησεν, ἐπὶ εἴκοσι καὶ πέντε ἐνιαυτοῖς τὴν

331
Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύσας. Διαδέχεται δὲ τοῦτον Λιβέριος.

Λογισάμενοι δὲ καιρὸν ἔχειν εἰς διαβολὴν τῶν ἐναντία φρονούντων οἱ τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμενοι, ἐπιμελῶς μάλα ἐν τοῖς βασιλείοις ἐπόνουν, ἐκβάλλειν τῶν ἐκκλησιῶν πάντας τοὺς πρὸς αὐτῶν καθῃρημένους, ὡς ἑτεροδόξους ὄντας, καὶ, ἐν ᾧ Κώνστας τῷ βίῳ περιῆν, συγκροῦσαι τὰς βασιλείας πρὸς ἑαυτὰς σπουδάσαντας: καθότι τῷ ἀδελφῷ πόλεμον ἐπήγγειλεν, εἰ μὴ προσδέξεται αὐτοὺς, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.

Μάλιστα δὲ ἐν αἰτίᾳ ἐποιοῦντο Ἀθανάσιον, οἵ γε ὑπερβολῇ τοῦ περὶ αὐτὸν μίσους, οὐδὲ Κώνσταντος περιόντος, καὶ Κωνσταντίου φιλεῖν αὐτὸν προσποιουμένου, τῆς ἀπεχθείας ἀπέσχοντο: ἀλλὰ συνελθόντες ἐν Ἀντιοχείᾳ, Νάρκισσός τε ὁ Κίλιξ, καὶ Θεόδωρος ὁ Θρᾷξ, καὶ Εὐγένιος ὁ Νικαεὺς, καὶ Πατρόφιλος ὁ Σκυθοπολίτης, καὶ Μηνόφαντος ὁ Ἐφέσιος, καὶ ἄλλοι ἀμφὶ τριάκοντα οἱ πάντες, ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ὡς παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν, οὐκ ἀναίτιος φανεὶς ἐπὶ συνόδου, ἀλλὰ φιλονεικίᾳ

332
τῶν τὰ αὐτὰ φρονούντων: καὶ παρεκελεύοντο μήτε κοινωνεῖν αὐτῷ, μήτε γράφειν, ἀλλὰ Γεωργίῳ τῷ πρὸς αὐτῶν κεχειροτονημένῳ.

Ἀθανασίῳ δὲ τούτων τότε μὲν οὐδεὶς ὑπόλογος ἦν: ἔμελλε δὲ χαλεπωτέρων ἢ πρότερον πειραθῆναι πραγμάτων. Ἅμα γοῦν ἀπολώλει Μαγνέντιος, καὶ μόνος Κωνστάντιος τῆς Ῥωμαίων οἰκουμένης ἡγεῖτο, πᾶσαν ἐποιεῖτο σπουδὴν τοὺς ἀνὰ τὴν δύσιν ἐπισκόπους τοῖς ὁμοούσιον

εἶναι Πατρὶ τὸν Υἱὸν δοξάζουσι συνεῖναι. Ἐποίει δὲ τοῦτο, οὐ φανερῶς οὕτω τὰ πρῶτα βιαζόμενος: πείθων δὲ ἐπιψηφίσασθαι τοῖς κατὰ Ἀθανασίου κεκριμένοις ὑπὸ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων. Ἐλογίζετο γὰρ ὡς εἰ κοινῇ ψήφῳ ἐκποδὼν οὗτος γένοιτο, ῥᾳδίως ἂν καὶ τὰ περὶ τὴν θρησκείαν κατορθωθείη αὐτῷ.

333