Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν. Ὅσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν: βιασθεὶς δὲ, καὶ πληγὰς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας,

συνῄνεσέ τε καὶ ὑπέγραψε. Φωτεινοῦ δὲ πειρασθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. Ὁ δὲ, προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων, καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα, καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο:

ἀλλ̓ εἰς διάλεξιν αὐτοὺς προὐκαλεῖτο. Εἰς ῥητὴν ἡμέραν δὲ συνελθόντων τῶν ἐπισκόπων, καὶ δικαστῶν ἐκ προστάγματος τοῦ βασιλέως προκαθεσθέντων, οἳ ἐπιστήμῃ λόγων καὶ ἀξιώματι τότε πρωτεύειν ἐν τοῖς βασιλείοις ἐδόκουν, ἀναδέχεται τὴν

327
πρὸς τὸν Φωτεινὸν διάλεξιν Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος. Ἐπὶ πολλῶν δὲ πρὸς πεῦσιν καὶ ἀπόκρισιν ἀμφοτέροις προελθόντος τοῦ ἀγῶνος, ταχυγράφων ἀναγραφομένων τοὺς ἑκατέρων λόγους, ἐκράτησε Βασίλειος.

Φωτεινὸς δὲ φεύγειν καταδικασθεὶς, οὐδὲ οὕτως ἐπαύσατο τὸ οἰκεῖον συγκροτῶν δόγμα: λόγους τε τῇ Ῥωμαίων καὶ Ἑλλήνων φωνῇ συγγράφων ἐξεδίδου, δἰ ὧν ἐπειρᾶτο, πλὴν τῆς αὐτοῦ, τὰς τῶν ἄλλων δόξας ψευδεῖς ἀποφαίνειν. Φωτεινοῦ μὲν οὖν πέρι, καὶ τὰς ἀπ̓ αὐτοῦ καλουμένης αἱρέσεως, τάδε μοι εἰρήσθω.

Περὶ τοῦ θανάτου Μαγνεντίου, καὶ Σιλβανοῦ τοῦ ἀποστάτου: ἔτι δὲ καὶ περὶ τῆς ἐν Παλαιστίνῃ στάσεως τῶν Ἰουδαίων: καὶ ὡς ἀνῃρέθη Γάλλος ὁ Καῖσαρ, νεωτερίζειν ὑποπτευθείς.

Ἐν τούτοις δὲ καταλαβὼν Μαγνέντιος τὴν πρεσβυτέραν Ῥώμην, πολλοὺς τῆς συγκλήτου καὶ τοῦ δημοτικοῦ ἀνεῖλε. Μαθὼν δὲ πλησίον ἰέναι ἤδη κατ̓

328
αὐτοῦ τοὺς Κωνσταντίου στρατηγοὺς, ὑπεχώρησεν εἰς τοὺς πρὸς δύσιν Γαλάτας. Ἔνθα δὴ πολλάκις ἀλλήλοις προσβάλλοντες, πῆ μὲν οὗτοι, πῆ δὲ ἐκεῖνοι ἐκράτουν: εἰσότε δὴ τὸ τελευταῖον ἡττηθεὶς Μαγνέντιος, ἔφυγεν εἰς Μοῦρσαν: Γαλατῶν δὲ τοῦτο τὸ φρούριον.

Ἀδημονοῦντας δὲ τοὺς ἰδίους στρατιώτας ὡς ἡττηθέντας ὁρῶν, ἐφ̓ ὑψηλοῦ στὰς, ἐπειρᾶτο θαρραλεωτέρους ποιεῖν. Οἱ δὲ, οἷά γε εἰώθασιν ἐπευφημεῖν τοῖς βασιλεῦσι, καὶ ἐπὶ Μαγνεντίῳ φανέντι εἰπεῖν προθυμηθέντες, ἔλαθον οὐχ ἑκόντες Κωνστάντιον ἀντὶ Μαγνεντίου Αὔγουστον ἀναβοήσαντες. Συμβαλὼν δὲ ἐκ τούτου Μαγνέντιος, ὡς οὐ δεδομένον αὐτῷ θεόθεν βασιλεύειν,

πειρᾶται καταλιπὼν τοῦτο τὸ φρούριον, προσωτέρω χωρεῖν. Διωκούσης δὲ τῆς Κωνσταντίου στρατιᾶς, περὶ τὸ καλούμενον Μοντιοσέλευκον συμβαλὼν, μόνος φεύγων, εἰς Λουγδοῦνον διεσώθη. Ἀνελὼν δὲ ἐνθάδε τὴν αὐτοῦ μητέρα καὶ τὸν ἀδελφὸν, ὃν Καίσαρα κατέστησε, τελευταῖον ἑαυτὸν

329
ἐπέσφαξε. Μετ̓ οὐ πολὺ δὲ καὶ Δεκέντιος ἕτερος αὐτοῦ ἀδελφὸς, ἀγχόνῃ ἑαυτὸν διεχρήσατο.

Αἱ δὲ περὶ τὰ κοινὰ ταραχαὶ οὐδὲ οὕτω τέλος ἔσχον. Οὐκ εἰς μακρὰν γὰρ, παρὰ μὲν τοῖς πρὸς δύσιν Γαλάταις Σιλβανός τις ἐτυράννησεν, ὃν αὐτίκα καθεῖλον οἱ Κωνσταντίου στρατηγοί.

Οἱ δὲ ἐν Διοκαισαρείᾳ Ἰουδαῖοι, τὴν Παλαιστίνην καὶ τοὺς πέριξ ὄντας κατέτρεχον: ὅπλα τὲ ἀράμενοι, πείθεσθαι Ῥωμαίοις οὐκ ἠνείχοντο. Μαθὼν δὲ ταῦτα Γάλλος ὁ Καῖσαρ ἐν Ἀντιοχείᾳ διατρίβων, πέμψας στρατιὰν, αὐτοὺς ἐχειρώσατο, καὶ τὴν Διοκαισάρειαν ἀνάστατον ἐποίησε.

Δόξας δὲ εὖ πράττειν, τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλὰ τυραννεῖν ἐβούλετο. Καταμηνύσαντας δὲ τῷ βασιλεῖ τὸν αὐτοῦ νεωτερισμὸν, Μάγνον τε τὸν κοιαίστωρα, καὶ τῆς ἕω τὸν ὕπαρχον Δομετιανὸν, ἀνεῖλεν.

Ἀγανακτήσας δὲ Κωνστάντιος, μετεκαλεῖτο αὐτόν.

330
Ἀπειθεῖν δὲ οὐχ οἷός τε ὢν, ἐδεδίει γὰρ, εἴχετο τῆς ὁδοῦ. Ἤδη δὲ παρὰ Φλάβωνα τὴν νῆσον γενόμενος, ἀνῃρέθη, τοῦ βασιλέως προστάξαντος: ἡνίκα δὴ αὐτὸς μὲν τὸ τρίτον ὑπάτευεν, ἕβδομον δὲ Κωνστάντιος.