Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ Φωτεινὸς τὴν ἐν Σιρμίῳ ἐκκλησίαν ἐπιτροπεύων, ἤδη πρότερον καινῆς αἱρέσεως εἰσηγητὴς γενόμενος, ἔτι τοῦ βασιλέως ἐπιδημοῦντος ἐνθάδε, ἀναφανδὸν τῷ οἰκείῳ συνίστατο δόγματι. Φύσεως δὲ ἔχων εὖ λέγειν, καὶ πείθειν ἱκανὸς, πολλοὺς εἰς τὴν ὁμοίαν αὐτῷ δόξαν ἐπηγάγετο.

Ἔλεγε δὲ ὡς Θεὸς

322
μέν ἐστι παντοκράτωρ εἷς, ὁ τῷ ἰδίῳ λόγῳ τὰ πάντα δημιουργήσας: τὴν δὲ πρὸ αἰώνων γέννησίν τε καὶ ὕπαρξιν τοῦ Υἱοῦ οὐ προσίετο: ἀλλ̓ ἐκ Μαρίας γεγενῆσθαι τὸν Χριστὸν εἰσηγεῖτο.

Περιπύστου δὲ πολλοῖς γενομένου τοῦ τοιούτου δόγματος, χαλεπῶς ἔφερον οἵ τε ἐκ τῆς δύσεως καὶ τῆς ἑῴας ἐπίσκοποι, καὶ κοινῇ ταῦτα νεωτερίζεσθαι καθ̓ ὧν ἕκαστος ἐδόξαζεν, ἡγοῦντο. Καθάπαξ γὰρ τὸ διαφωνοῦν ἐδείκνυτο τῆς Φωτεινοῦ πίστεως, πρός τε τῶν ἐν Νικαίᾳ τὴν παράδοσιν θαυμαζόντων, καὶ τὴν Ἀρείου δόξαν ἐπαινούντων.