Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν συνομολογοῦντες, ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν: ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ: πάντων δὲ εἶναι καὶ τὸν Υἱόν. Καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο, κατὰ τὰς θείας γραφάς. Καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ ἐσοφίζοντο.

Τελευτῶντες δὲ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν

425
τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν ἀναγνόντες, διελύθησαν, καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν.

Περὶ Γεωργίου τοῦ Ἀντιοχείας, καὶ περὶ τῶν ἐν Ἱεροσολύμοις ἀρχιερατευσάντων: καὶ ὅτι μετὰ Κύριλλον τριῶν ἀρχιερέων προβάντων, πάλιν ὁ Κύριλλος ἐπέβη τοῦ θρόνου τῆς Ἱερουσαλήμ.

Ἐν τούτῳ δὲ, ἔτι Ἀθανασίου κρυπτομένου, ἐπανελθὼν Γεώργιος εἰς Ἀλεξάνδρειαν, χαλεπῶς ἐκάκου τοὺς Ἕλληνας, καὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας Χριστιανούς: ἐκατέρους τε γὰρ ὡς ἐβούλετο θρησκεύειν ἐβιάζετο, καὶ παραιτουμένους ἤλαυνεν. Ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ, ὡς ὑπερορῶν αὐτοὺς, καὶ τοῖς ἄρχουσιν ἐπιτάττων: παρὰ δὲ τοῦ πλήθους,

ὡς τυραννικὸς, καὶ πλέον πάντων δυνάμενος. Ἐχαλέπαινε δὲ μάλιστα τὸ Ἑλληνικὸν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε, καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν

426
τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα, καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. Ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω.

Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν Ἱεροσολύμων ἐκκλησίαν Ἐρέννιος, καὶ μετ̓ ἐκεῖνον Ἡράκλειος: ἐφεξῆς τε τούτου, Ἱλάριος. Τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν, μέχρι τῆς Θεοδοσίου βασιλείας: ἡνίκα δὴ Κύριλλος εἰς τὸν αὐτοῦ πάλιν ἐπανῆλθε θρόνον.