Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ, τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ, τὴν γνώμην κατεσήμαινε: καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταυτὸν δὲ πάλιν τούτους συνέλεγε, καὶ

422
τὸν ἕνα ὤρθου: τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν ἅπερ ἐφρόνει, καὶ λέγειν ἐπείχετο. Ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρὸς, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν, ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν: καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο: καὶ διεμαρτύρετο τοὺς ἀκούοντας, ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦντας.

Ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδὸν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονεικία ἦν ἀμφοτέρων, μονονουχὶ παγκρατίῳ ἐμφερὴς, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ, καὶ ἔχαιρον καὶ ἀνεπήδων: οἱ δὲ Ἀρείου, κατηφεῖς ἦσαν.

Ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον, ἐχαλέπαινον, καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν: καὶ πάλιν μετεκαλοῦντο, ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον, καὶ ταναντία δοξάζοντα. Μὴ μεταθέμενον δὲ τῆς γνώμης, ἐκβάλλεσθαι

423
τῆς ἐκκλησίας, καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς.