Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν Ἀντιοχέων θρόνον Εὐζώϊος, ὃς ἅμα Ἀρείῳ πρότερον ἤδη καθῄρητο: οἱ δὲ Μελετίου ἐπαινέται, ἀποτεμόμενοι σφᾶς τῶν τὰ Ἀρείου φρονούντων, ἰδίᾳ ἐκκλησίαζον: οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν Υἱὸν τῷ Πατρὶ δοξάζοντες, παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς Ἀρειανῶν ἐπισκόπων χειροτονηθέντος, καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν ἑπομένων αὐτῷ.

Καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο, καίπερ ὁμοίως φρονοῦντες. Ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν, ἧκεν εἰς Ἀντιόχειαν.

Ὅτι οἱ περὶ Ἀκάκιον πάλιν οὐκ ἠρέμουν, ἀλλὰ τὸ ὁμοούσιον ἐξελεῖν ἐπειρῶντο, καὶ τὴν Ἀρείου αἵρεσιν συνιστᾷν.

Οἱ δὲ ἀμφὶ Ἀκάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο: συνελθόντες τε εἰς Ἀντιόχειαν ἅμα ὀλίγοις, τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο: καὶ τῆς ἀναγνωσθείσης

424
ἐν Ἀριμίνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα: καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι ἡγοῦντο,

ὡς ἐξ ἀρχῆς Ἀρείῳ ἐδόκει. Συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ Ἀετίου φρονοῦντες, ὃς μετὰ Ἄρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. Ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο, καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες Ἀνόμοιοι καὶ Ἐξουκόντιοι.

Πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν συνομολογοῦντες, ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν: ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ: πάντων δὲ εἶναι καὶ τὸν Υἱόν. Καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο, κατὰ τὰς θείας γραφάς. Καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ ἐσοφίζοντο.

Τελευτῶντες δὲ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν

425
τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν ἀναγνόντες, διελύθησαν, καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν.

Περὶ Γεωργίου τοῦ Ἀντιοχείας, καὶ περὶ τῶν ἐν Ἱεροσολύμοις ἀρχιερατευσάντων: καὶ ὅτι μετὰ Κύριλλον τριῶν ἀρχιερέων προβάντων, πάλιν ὁ Κύριλλος ἐπέβη τοῦ θρόνου τῆς Ἱερουσαλήμ.

Ἐν τούτῳ δὲ, ἔτι Ἀθανασίου κρυπτομένου, ἐπανελθὼν Γεώργιος εἰς Ἀλεξάνδρειαν, χαλεπῶς ἐκάκου τοὺς Ἕλληνας, καὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας Χριστιανούς: ἐκατέρους τε γὰρ ὡς ἐβούλετο θρησκεύειν ἐβιάζετο, καὶ παραιτουμένους ἤλαυνεν. Ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ, ὡς ὑπερορῶν αὐτοὺς, καὶ τοῖς ἄρχουσιν ἐπιτάττων: παρὰ δὲ τοῦ πλήθους,

ὡς τυραννικὸς, καὶ πλέον πάντων δυνάμενος. Ἐχαλέπαινε δὲ μάλιστα τὸ Ἑλληνικὸν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε, καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν

426
τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα, καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. Ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω.

Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν Ἱεροσολύμων ἐκκλησίαν Ἐρέννιος, καὶ μετ̓ ἐκεῖνον Ἡράκλειος: ἐφεξῆς τε τούτου, Ἱλάριος. Τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν, μέχρι τῆς Θεοδοσίου βασιλείας: ἡνίκα δὴ Κύριλλος εἰς τὸν αὐτοῦ πάλιν ἐπανῆλθε θρόνον.