Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Ἀφαιρεθεὶς δὲ Μακεδόνιος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, εἴς τι περὶ πύλας χωρίον διέτριβεν,

415
ἔνθα καὶ ἐτελεύτησεν: Εὐδόξιος δὲ τὴν ἐκκλησίαν κατέσχεν. Ἡνίκα δὴ Κωνσταντίου τὸ δέκατον, καὶ Ἰουλιανοῦ τοῦ Καίσαρος τὸ τρίτον ὑπατευόντων, τὸ πρῶτον ἐκκλησιάζων ἐπὶ τῇ τελεσιουργίᾳ τῆς μεγάλης ἐκκλησίας, ἣν Σοφίαν ὀνομάζουσι, λέγεται ἐπὶ τὸ τοῦ ἱερέως ἀναβὰς βῆμα, οἷα δὴ τὸν λαὸν διδάσκων, ἀρχόμενος τοῦ λόγου εἰπεῖν: ὡς ὁ μὲν πατὴρ ἀσεβὴς, ὁ δὲ υἱὸς εὐσεβής. Θορυβήσαντος δὲ τοῦ πλήθους, Ἠρεμεῖτε, ἔφη: ὁ μὲν πατὴρ ἀσεβὴς, ὅτι οὐδένα σέβει: ὁ δὲ υἱὸς εὐσεβὴς, ὅτι πατέρα σέβει. Καὶ ὁ μὲν ὧδε εἰπὼν, εἰς γέλωτα τοὺς ἀκούοντας μετέβαλε.

Κοινῇ δὲ ὅτι μάλιστα αὐτός τε καὶ Ἀκάκιος πᾶσαν ἐποιοῦντο σπουδὴν, εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ γραφὴν, μεθ̓ ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες, ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέλευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι,

κατὰ πρόσταγμα τοῦ βασιλέως. Ὧδε γάρ φησιν

416
ἐσπούδαστο, λογιζομένοις ἀκονιτὶ τῆς σπουδῆς ἐπιτεύξασθαι. Τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν: ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον: καὶ τὰς πανταχοῦ ἐκκλησίας διωγμὸς εἶχε μονονουχὶ παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν Ἑλληνιστῶν βασιλέων.

Εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. Ἄμφω γὰρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. Καὶ τοσοῦτον αἰσχρὸν τὸ κακὸν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾷν, καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι, ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευσεν.

Ἡ δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου, καὶ πρὸς νεωτερισμὸν εἷρπεν: ἀπαυθαδειαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα, ἰδίους ἐτίθει νόμους. Καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ Θεοῦ δοξάζειν

417
οὐκ ἠξίου: ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα, οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη.