Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν Ἱεροσολύμων

412
καθεῖλον, ὡς Εὐσταθίῳ καὶ Ἐλπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ̓ ὧν καὶ αὐτὸς συνεληλύθει: καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν, κοινωνίας μετασχόντα σὺν Βασιλείῳ, καὶ Γεωργίῳ τῷ Λαοδικείας ἐπισκόπῳ.

Ἐπειδὴ γὰρ ἐπετράπη τὴν Ἱεροσολύμων ἐπισκοπὴν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς Ἀκάκιον τὸν Καισαρείας, ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος: ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν, καὶ ἀλλήλους διέβαλον, ὡς οὐχ ὑγιῶς περὶ Θεοῦ φρονοῖεν: καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ Ἀρείου δογματίζων:

Κύριλλος δὲ, τοῖς ὁμοιοούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. Οὕτω δὲ ἔχων γνώμης Ἀκάκιος, σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους, φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει

413
τοιᾷδε, λιμοῦ καταλαβόντος τὴν Ἱεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος, τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κειμήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο.

Ἐκ τούτων δὲ λόγος, τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην: πολυπραγμονῆσαι τε ὅθεν ἔχοι, καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον: τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον: αἰτίαν δὲ ταύτην προϊσχόμενον, καθελεῖν αὐτὸν Ἀκάκιον. Καὶ τὰ μὲν, ὡς ἐπυθόμην, ὧδε ἔχει: τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ Ἀκάκιον τῆς Κωνσταντινουπόλεως.

Τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν πογράφειν οὐκ ἠνείχοντο, δέκα τὸν ἀριθμὸν ὄντας, καθ̓ ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο, καὶ μήτε λειτουργεῖν, μήτε τὰς ἐκκλησίας διοικεῖν, ἄχρις ἂν ταύταις ὑπογράψωσιν. Εἰ δὲ μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ, καὶ πᾶσι τοῖς δόξασι καὶ πεπραγμένοις ἐν τῇ συνόδῳ

414
ταύτῃ συναινέσωσι, καὶ αὐτοὺς καθαιρεῖσθαι: τοὺς δὲ κατ̓ ἔθνος ἐπισκόπους συνϊόντας,

ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους, Ἐπεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς, τάδε φυλάττειν καὶ ἐπιτελεῖν: ἐκ τούτου τε, οὐ πολλῷ ὕστερον ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον, ἄλλος ἄλλῳ: Μακεδονίῳ τε αὐτὸς Εὐδόξιος, καὶ Βασιλείῳ Ἀθανάσιος: καὶ Ἐλευσίῳ Εὐνόμιος, ὃς ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ̓ αὐτοῦ καλουμένης αἱρέσεως: ἀντὶ δὲ Εὐσταθίου, Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη.